Ancient Greek
16.4 to 16.6
Alexander of Aphrodisias, Περὶ Πυρετῶν [Sp.] 16.4-6
Not analysed yet
Καὶ τοῦτο τῆς προτέρας ἂν εἴη τῶν πυρετῶν διαφορᾶς τὸ παράδειγμα, καθ᾽ ἣν ἐλέγομεν τοὺς ἐφημέρους ἀναφαίνεσθαι πυρετούς, ἀναπτομένης μὲν καὶ τεθερμασμένης ἤδη τῇ παρὰ φύσιν θερμότητι τῆς ἀερώδους οὐσίας, ταὐτὸν δὲ εἰπεῖν τοῦ πνεύματος, τῶν δὲ χυμῶν καὶ τῶν μυρίων ἔτι θερμαινομένων. Πάλιν τεθερμάσθω πρῶτον τὸ ἐν τῷ βαλανείῳ ὕδωρ· οὐκοῦν θερμανθέντος ἐκείνου, θερμαίνεται μὲν αὐτίκα καὶ ὁ ἀήρ, ἔπειτα δὲ καὶ ὁ ἐμπεριέχων ἐκεῖνον τοῖχος· μήπω δὲ τεθερμάσθω, ἀλλ᾽ ἔτι θερμαινέσθω· καὶ τὸ παράδειγμα τῆς δευτέρας ἂν εἴη τῶν πυρετῶν διαφορᾶς, καθ᾽ ἣν ἐλέγομεν τοὺς ἐπὶ χυμοῖς σηπομένοις ἀνάπτεσθαι πυρετούς, τεθερμασμένων μὲν τῶν ὑγρῶν, τῶν δ᾽ ἄλλων ἔτι θερμαινομένων. Ἔτι, τεθερμάσθω πρῶτον ὁ τοῖχος τοῦ βαλανείου, καὶ μετὰ τοῦθ᾽ ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἐκείνῳ ξυνθερμαινέσθω· κἀντεῦθεν ἡ τρίτη καὶ τελευταία τῶν πυρετῶν ἐξεικονισθήσεταί σου διαφοράν, καθ᾽ ἣν οἱ ἑκτικοὶ πυρετοί, τεθερμασμένων μὲν ἤδη τῶν στερεῶν, τῶν δ᾽ ἄλλων ἔτι θερμαινομένων,