Ancient Greek
24.2 to 24.3
Alexander of Aphrodisias, Περὶ Πυρετῶν [Sp.] 24.2-3
Not analysed yet
Ἐς τοῦτο δὲ φέρει καὶ ὃ τοῖς ἰατροῖς ἔθος λέγειν, ὅτι τὰ νοσερὰ αἴτια νόσον ἐμποιοῦσι τῷ σώματι καὶ τὴν αὐτὴν ἔτι διαφυλάττουσιν. Ἀληθὲς μὲν οὖν καὶ πάνυ περὶ τοῦ ποιητικοῦ τῆς νόσου αἰτίου, ὡς, εἰ μὴ χωρισθείη τοῦ πάσχοντος, γένοιτ᾽ ἂν ἐκ ποιητικοῦ καὶ φυλακτικόν· οὗ πάντως αἴτιον ἡ τῆς ἐνεργείας τούτου συνέχεια καὶ ἡ ἀντικειμένου μάχη· ὅθεν καὶ ἀμηγέπη τῆς τοῦ εἰδικοῦ κεκοινώνηκε φύσεως, διαφυλάττον τὴν νόσον, ὡς τὸ εἶδος ἐκεῖνο, οὗ ἐστιν εἶδος.