Ancient Greek
25.4 to 25.8
Alexander of Aphrodisias, Περὶ Πυρετῶν [Sp.] 25.4-8
Not analysed yet
Τὸ πόιητικὸν δὲ μηδὲ τῷ εἴδει ξυμπίπτειν τῷ ὑλικῷ αἰτίῳ πρὸς τῶν φυσικῶν μεμαθήκαμεν· ὥστε ποιητικὰ μόνον, ἀλλ᾽ οὐχ ὑλικὰ τὰ τοιαῦτα τῶν τοιούτων γένοιτ᾽ ἄν ποτε αἴτια. Εἰ δὲ που παρ’ ἰατροῖς νόσον ἐξ ὕλης γίγνεσθαι λέγοιτο, καταχρηστικῶς λέγεται· καὶ ἀντιδιαιροῦσι δέ, τοῦτο λέγοντες, τὸ ἐκ χυμοῦ νόσημα τοῖς μηδὲν ἔχουσιν αἴτιον, ἢ τοῖς ἔχουσι μέν, δυσκρασίαν δέ, ἢ φαύλην διάπλασιν· ὧν οὐδέτερον ὕλη λέγεται, οὐχ ὅτι χυμὸς ὕλη, ἐξ ἧς ἐνυπαρχούσης ὁ πυρετὸς γίγνεται, ἀλλ᾽ ὅτι ὑλικόν τι πρᾶγμα καὶ ὑποκείμενον διαστάσεσι. Παρὰ δὲ ταῦτα καὶ ἄλογον τὸ τὴν ὑγείαν τε καὶ τὴν νόσον ὡς ἐν ὑποκειμένῳ τῷ χυμῷ οἴεσθαι εἶναι, ἵν᾽ ὁ χυμός, ἔτι μένων χυμὸς καὶ μήπω μεταβαλὼν εἰς μόριον, ὑποκείμενον εἴη νόσου τε καὶ ὑγείας κατὰ τὴν ἑαυτοῦ ὕπαρξιν, ὥσπερ τὸ μόριον· οὗ γὰρ οὐδεμία γένοιτ᾽ ἂν ἐνέργεια τελεία ἢ ἀτελής, τούτου τίς γένοιτ᾽ ἂν ὑγεία καὶ νόσος; Χυμὸν δὲ μηδεμιᾶς μετέχειν ψυχικῆς ἐνεργείας οὐκ ἔστιν, ὃς ἀμφιβάλλει. Δυνάμει γε μέντοι ὁ χυμὸς ὑποκείμενος ὑγείας καὶ νόσου, ὥσπερ ἐστὶ καὶ δυνάμει τὰ μόρια, εἰς ἃ μετα2ο0 βάλλει, τροφὴ γινόμενα ἐκείνοις δι᾽ ἀλλοιώσεως, ἢ ὡς ἐξ οὗ τὰ μόρια γέγονεν, ὡς ἐκ δευτέρου στοιχείου. Λέγοιτο δ᾽ ἄν ἔτι νόσος ἐν χυμῷ καὶ ὑγεία, ὡς ἐν ποιητικῷ τούτων αἰτίῳ, καὶ οὐχ ὡς ἐπιδεκτικῷ, καθ᾽ ὃ τὰ ἀποτελέσματα ἐν τῷ ποιοῦντι, καὶ ὁ ἀνδριὰς ἐν τῷ ἀνδριαντοποιῷ.