# Περὶ Πυρετῶν [Sp.] 27.12

Alexander of Aphrodisias, Περὶ Πυρετῶν [Sp.], Chapter 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp/27.12

Τοσαῦτα μὲν οὖν καὶ τοιαῦτα τὰ αἴτια, προκαταρκτικά τε ὄντα καὶ προηγούμενα καὶ συνεζευγμένα, καθάπερ εἴπομεν. Σὺ δέ μοι νόει, καὶ ὅτι τούτων πάλιν τὰ μὲν καθ᾽ αὑτό, τὰ δὲ κατὰ συμβεβηκός ἐστιν αἴτια τῶν ὧν ἐστιν αἴτια· καθ᾽ αὑτὸ μέν, ὅσα τὴν ποιητικὴν ἐν ἑαυτοῖς ἔχοντα δύναμιν, ἢ δυνάμει, ἢ ἐνεργείᾳ, κατ᾽ ἐκείνην ἀεὶ καθ᾽ αὑτὸ τὴν αὐτὴν ἀποτελεῖ διάθεσιν ἐν τῷ σώματι· οἷον, εἰ βούλει, τὸ πέπερι καὶ τὸ ὄπιον, τὸ μὲν ἀεὶ θερμαῖνον καθ᾽ ἣν ἔχει δυνάμει θερμότητα, τὸ δὲ ψυχραῖνον τῇ ἣν καὶ δυνάμει καὶ ἐνεργείᾳ κέκτηται ψύξει· κατὰ συμβεβηκὸς δέ, ὅσα μὴ καθ᾽ ἣν ἔχει δύναμιν, ὅπως ἂν ἔχοι, ἀλλὰ κατ᾽ ἄλλο τι τῶν ἐπισυμβαινόντων ταῖς ἐνεργείαις, τὰς διαθέσεις ἐργάζονται ὥσπερ τὸ ψυχρὸν ὕδωρ θερμαίνει μὲν τὸ σῶμα, ἀλλ᾽ οὐ καθ᾽ αὑτό· οὐδὲ γὰρ ψυχρότητος καθ᾽ αὑτὸ τὸ θερμαίνειν, ἀλλὰ κατὰ συμβεβηκός· κατὰ συμβεβηκὸς δέ, ὅτι τοὺς πόρους καὶ τὰς ὁδοὺς καταπκνῶσαν τοῦ σώματος, ὡς πρὸς τρόπου ψυχρῷ, δι᾽ ὧν διαπνεῖται τὸ σῶμα, καὶ διαφορεῖται τὸ ἐν ἡμῖν ἐμφωλεῦον θερμόν, ἐκώλυσε τὴν τοῦ θερμοῦ πρὸς τὰ ἔξω πτῆσίν τε καὶ φοράν, κἀντεῦθεν τὸ σῶμα θερμότερον ἀπετέλεσεν ἑαυτοῦ.

---

Alexander of Aphrodisias, Περὶ Πυρετῶν [Sp.], ed. Julius Ludwig Ideler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg003.local001/.
