Ancient Greek
Chapter 27
Alexander of Aphrodisias, Περὶ Πυρετῶν [Sp.] 27.13
Not analysed yet
Ὁμοίως δὲ καὶ τὸ θερμὸν ὕδωρ ψύχει μέν, ἀλλ᾽ οὐ καθ᾽ αὑτό· ἐπεὶ καὶ οὐ θερμότητος καθ᾽ αὑτὸ τὸ ψυχραίνειν, ἀλλὰ κατὰ συμβεβηκὸς δέ, ὅτι τοὺς πόρους καὶ τὰς ὁδοὺς ἀραιῶσαν τοῦ σώματος, ὡς πρὸς τρόπου θερμῷ, δι᾽ ὧν τὸ ἐν ἡμῖν ἔμφυτον διαφορεῖται καὶ διαπνεῖται θερμόν, ῥᾳδίαν τὴν ἐκείνου πρὸς τὰ ἔξω φορὰν εἰργάσατο, κἀντεῦθεν τὸ σῶμα τῇ τοῦ θερμοῦ διαφορήσει ψυχρότερον ἑαυτοῦ