Ancient Greek
27.5 to 27.6
Alexander of Aphrodisias, Περὶ Πυρετῶν [Sp.] 27.5-6
Not analysed yet
Προκαταρκτικὰ μὲν οὖν τὰ τοιαδὶ τῶν αἰτίων, ἐξ ἀνάγκης τε ἐπερχόμενα καὶ οὐκ ἐξ ἀνάγκης, ὡς εἴρηται· προηγούμενα δὲ καὶ συνεζευγμένα τὰ κατὰ τὸ αὐτὸ σῶμα, οἷον ἐμφράξεις, χυμοὶ καὶ κράσεις καὶ διαπλάσεις. Διαφέρουσι δὲ ἀλλήλων τῷ τὰ μὲν ἀμέσως ἀποτελεῖν τὴν διάθεσιν, ὡς ἡ σῆψις τὸν πυρετόν, τὰ συζευγμένα· τὰ δὲ ἐμμέσως, ὡς ἡ στέγνωσις ἢ καὶ ἡ ἔμφραξις τὸν πυρετὸν διὰ μέσης τῆς σηπεδόνος, τὰ προηγούμενα.