# Περὶ Πυρετῶν [Sp.] 29.3

Alexander of Aphrodisias, Περὶ Πυρετῶν [Sp.], Chapter 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp/29.3

Ἔστι γὰρ πρῶτον ἡ ἡλιοκαΐα ἢ κίνησις προηγουμένου τόπον ἐπέχουσα, εἶτα τὸ ἀναφθὲν πνεῦμα τὸ συνεζευγμένον αἴτιον τοῦ ἐφημέρου, καὶ τρίτον αὐτὸς ὁ ἐφήμερος πυρετὸς τὸ ἀποτέλεσμα τῶν αἰτίων· ἔστι δὲ ὅτε, μεταξὺ τῶν προκαταρχόντων αἰτίων καὶ τοῦ συνεζευγμένου, προηγουμένου παρεμπίπτοντος αἰτίου, ὅταν τὸ μὲν περιέχον ψυχρὸν τὸ δέρμα πυκνώσῃ, ἡ δὲ τοῦ δέρματος πύκνωσις τὸ πνεῦμα ἀνάψῃ, μὴ ἑλκομένης εἴσω τῆς ἐμψυχούσης τε καὶ ῥιπιζούσης τὸ κατὰ φύσιν θερμὸν ἀερώδους οὐσίας· διαπνεῖται γὰρ ὅσαι ὧραι τὰ τῶν ζῴων σώματα, τῶν μὲν ἀτμωδῶν καὶ λιγνυωδῶν περιπτωμάτων εἐς τὰ ἐκτὸς ἀπὸχεομένων, ἀντεισερχομένης δὲ τῆς ἀερώδους οὐσίας καὶ τὸ ἔμφυτον ῥιπιζούσης θερμόν. Πυκνωθέντος δὲ τῇ τοῦ περιέχοντος ψύξει καὶ τοῖς ἄλλοις, ὅσα πυκνοῦν εἴωθε, τοῦ δέρματος, ἀνάγκη τὸ πνεῦμα ἀνάπτεσθαι κατὰ τὸν λόγον, ὃν εἴπομεν, κἀντεῦθεν τὸν ἐφήμερον γίνεσθαι πυρετόν.

---

Alexander of Aphrodisias, Περὶ Πυρετῶν [Sp.], ed. Julius Ludwig Ideler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg003.local001/.
