Ancient Greek
3.2 to 3.3
Alexander of Aphrodisias, Περὶ Πυρετῶν [Sp.] 3.2-3
Not analysed yet
Ἐπειδὴ οὖν καὶ ἡ θερμασία τῶν πολλαχῶς ἐστι λεγομένων, ἡ μὲν γάρ ἐστι λέγεται, ἡ δὲ συστατικὴ τοῦ ζῴου, ἥτις καὶ κατὰ φύσιν φθαρτική, ἥπερ καὶ παρὰ φύσιν λέγεται, καὶ ἀμφστέρων τὸ εἶναι ἐν τῷ παρὰ φύσιν ἢ τῷ κατὰ φύσιν ἐστίν· ἀνάγκη τὸν περὶ ταύτης λόγον διασημᾶναι πρῶτον περὶ ποίας οἱ ὁ σκοπός. Σημαίνεται δὲ τὰ ὁμώνυμα τῷ λόγῳ τῆς οὐσίας αὐτῶν, ὁ δὲ λόγος τῆς οὐσίας γενικὸς ἑκάστου, γένος αὐτοῦ ἐστιν· εἰκότως ἄρα καὶ τὸ παρὰ φύσιν γένος ἐστὶ τοῦ πυρετοῦ, ὡς λόγος ὑπάρχων γενικὸς τῆς οὐσίας αὐτοῦ, ᾧ σημαίνεται, καὶ τὸ εἶναι ἔχει, καὶ οὐχ ἡ θερμασία