# Dedicatio Ad Cosman 302.1

Alexander, Dedicatio Ad Cosman, 302.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander/dedicatio-ad-cosman/302.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/alexander/dedicatio-ad-cosman/302.1

Αἰτῶσαντί σοι, 1) Κοσμᾶ φίλτατε, τὰς ἐκ πείρας ἡμῖν 2) πολλάκις ἀναυθεσίας 3) ἐπὶ διαφόρων νοσημάτων ἐκθέσθαι θεραπείας ἐτοίμως ὑπήκουσα χάριτας ἀμφοτέροισ εἰκότως ὁμολογῶν σοί τε καὶ τῷ σῷ πατρὶ τῆς εἰς ἡμᾶς παρ’ ὑμῶν φιλοφρόνου ἐκάστοτε γενομένης 4) εὔνοιας· ὁ μὲν γὰρ ἐξ ἀρχῆς εὐθὺς οὐ μόνον ἐν τοῖς ἔργοις τῆς τέχνης, ἀλλὰ καὶ τῶν κατὰ βίον πραγμάτων ἀπάντων δεξιὸς ὑπουργὸς ἐγένετο· οὐ δὲ μετὰ βαρβάρων τὴν ἀναστροφὴν μὲν ποιούμενος διὰ τὴν τῶν βιασαμένων ἡμᾶς πραγμάτων περιστάσιν παριδεῖν οὐκ ἀκαρτέρησας· διὸ καὶ γέρων λοιπὸν πειθαρχῶ 5) καὶ κάμνειν οὐκέτι δυνάμενος τοῦτο τὸ βιβλίον ἔγραψα συντάξας τὰς μετὰ πολλῆς τριβῆς ἐν ταῖς τῶν ἀνθρώπων νόσοις καταληφθείσας πείρας, τέφψει δὲ πολλοὺς εὖ σῖδα τῶν εἰς φθόνον μὴ θελόντων βλέπειν τὸ τε 6) εὐμεθόδον τῶν θεωρημάτων καὶ τὸ σύντομον ἄμα καὶ σαφὲς 7) τῆς λέξεως, ὁποῦδαστα γὰρ, ὡς ἐνδέχεται, κοινὰς καὶ μᾶλλον εὐδῆλους χρῆσασθαι λέξεσιν, ἵνα καὶ τοῖς τυχοῦσιν ἐκ τῆς ὁράσεως εὐλυσον εἴη τὸ σύστημα.

---

Alexander, Dedicatio Ad Cosman. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000162.
