# Dedicatio Ad Cosman 308.1

Alexander, Dedicatio Ad Cosman, 308.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander/dedicatio-ad-cosman/308.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/alexander/dedicatio-ad-cosman/308.1

Περὶ τῶν ἐφημέρων πυρετῶν. λουτρῶν, ὥσπερ ἐκ τινος φύσεως δεδιδαγμένοι, ὅτι κάλλιστον καὶ πρῶτον ἰχμᾶ ἐστὶ τὸ λουτρὸν τοῖς κοπωθεῖσιν. οὕτω δὲ καὶ οἱ πλεῖστοι πράττουσι τῶν ἰατρῶν ἀπλάστωι 1) καὶ οὐδὲν περιεργάζονται περὶ τὰ λουτρὰ πέρπουνσι· ἔθεν ἐσθ' ὅτε καὶ πολλοὺς τὰ μεγάλα βλάπτουσιν· εἰ μὲν γὰρ ἀπέριττον εἰσέρχῃ 2) τὸ σῶμα καὶ μήτε 3) πλῆθωρικήν τιν ἢ κακὴν χυμὸν, 4) μάλιστα ὠφελούσιν· καὶ οὐδὲ ἄλλης χρήζουσι θεραπείας· ἔοικε δὲ πλῆθωρικὸν εἶσθαι καὶ κακὸν χυμὸν καὶ ἐπιτιθεῖν πρὸς σῆψιν, ὥστε ἐκ τούτου μὴ μόνον τὸ πνεῦμα, ἀλλὰ καὶ τὰ ὑγρὰ πρᾶτερον προθερμανθήναι, τολμῶντων τὰ μεγάλα βλάπτουσι καὶ εἰς 5) τοὺς ἐπὶ σήψει πυρετοὺς ἐτοιμῶς ἐμπίπτουσι καὶ μάλιστα ἑάπτερ καὶ ἀφυλακτότερον διατηρῶσιν. ὅπως οὖν μὴ ταῦτο 6) πάθωμεν ἐκεῖνοις, ἐπὶ τὴν διάγνωσιν αὐτῶν ἔργεσθαι δεῖ πρῶτον. τινὲς μὲν οὖν αὐτῶν εἰσιν ἀκριβεῖς, τινὲς δὲ οὐκ ἀκριβεῖς ὄντες μεταπίπτουσιν εἰς τοὺς ἐπὶ σήψει· οὕτω γὰρ καὶ λούσαι καὶ θρέψαι καλῶς καὶ μὴ λούσαι πάλιν, ὅτε μὴ ὀρθῶς δυνηθείημεν.

---

Alexander, Dedicatio Ad Cosman. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000162.
