# Dedicatio Ad Cosman 338.2

Alexander, Dedicatio Ad Cosman, 338.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander/dedicatio-ad-cosman/338.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/alexander/dedicatio-ad-cosman/338.2

Διάγνωσις τῶν ἐπὶ ἀματωθῷ χυμῷ κινουμένων πυρετῶν. Γνωριεῖς δὲ τοὺς ἀπὸ ¹) σήψεως αἱματικοῦ χυμοῦ ἀναπτομένους πυρετοὺς ἐκ τοῦ πραεῖαν εὐθὺς κατὰ τὴν πρώτην ἐπιβολὴν τὴν θερμασίαν φαίνεσθαι. καὶ μηδὲν ἔχουσαν δακνώδές τε καὶ δριμύ, σίδην ὅστιν ἐπὶ τῶν ἐξ ὑπερπλησίας τῆς ξανθῆς χολῆς ἀναπτομένων πυρετῶν. φαίνεται μὲν γὰρ καὶ ἐπὶ τῶν ἐπὶ φλέγματι σηπουμένων πυρετῶν εὐθὺς κατ’ ἀρχὰς θερμασία πραεῖά τε καὶ ἀτμώδης· ἀλλ’ εἰ χρονίσει τις, ἐλίγον ὑστερον προσγίνεται τῇ ἀφῇ δακνώδης ²) θερμασία, ὡς δι’ ἧμου τινος ἡ κοσκίνου ἀναφερομένη. διαγιγνώσκον οὖν τοὺς ὑπὸ αἱμάτος κινουμένους πυρετοὺς εὐθὺς κατ’ ἀρχὰς, ὡς προείρηται, φλεβοτομήσων· τοὺς δὲ ὑπὸ χολῆς κάλλιον μᾶλλον, ἢν ὁρῶσάι σοι φαίνοιτο ἡ ὕλη καὶ μήτε ὁ πυρετὸς εἰσβάλλων εἴη σφοδρός. σὺ δὲ καὶ πυρέττοντα ἐξέως καθάρσας, ἀλλὰ χρήσεις ³) τὰ τοιαῦτα πολλῆς καὶ ἀκριβοῦς διαγιγνώσεως καὶ θαρσεῖν δυναμένου ἰατροῦ. ἀρκεῖ δὲ καὶ μόνον φλεβοτομῆσαι τὸν κάμνοντα, διὰ τὸ ἀφαλεστέρον καὶ δυνατώτερον, ἐμψύχουσί τε καὶ ὑγραίνουσί λοιπὸν χρήσεαι ⁴) διαίτην καὶ τοιούτοις ἀλείμμασι.

---

Alexander, Dedicatio Ad Cosman. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000162.
