# Dedicatio Ad Cosman 398.2

Alexander, Dedicatio Ad Cosman, 398.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander/dedicatio-ad-cosman/398.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/alexander/dedicatio-ad-cosman/398.2

κεφ. ζ'. Περί ἀμφημερνοῦ. Ὅτι τὴν γένεσιν ὁ ἀμφημερινὸς πυρετὸς ἀπὸ φλέγματος ἔχει, πᾶσιν ὁμολογήτται. καὶ γὰρ οὔτε οἱ πυρετοὶ φαίνονται τοῦτοις ἔντες δεξίαι οὔτε διψώδεις σφόδρα οὔτε διακαεῖ τι καὶ ξηρὸν ἔχειν· κατὰ 5) τὴν ἀρχὴν εὐθὺς ἀπομείνεις, 6) ἀλλὰ μᾶλλον τοῖς χρονίζουσι ἀναξιδημένῃ φαίνεται ἐκ τοῦ βάθους καπνώδης θερμασία. καὶ εἰ πρῶμοι δὲ ὡς ἐπὶ τὸ πολὺ μικροὶ καὶ ὀραίοι καὶ ἡ ἀνάβασις οὐ ταχεῖα, πολλὸν δὲ χρόνον μᾶλλον κατέχουσα. καὶ οἱ ἰδρώτες δὲ οἱ γινόμενοι αὐτοῖς καθαρόν οὐδέποτε φαίνεσθαι διαλεψιμα, ὅσον ἐστὶ πολλάκις ἰδεῖν ἐπὶ τριταίῳ φαίνόμενον τὸ τεταρταῖον. σαφέστερον δὲ σοὶ καὶ καταδηλον ἔσται 7) τὸ εἶδος τοῦ πυρετοῦ καὶ ἐκ τῶν προηγησαμένων ἐπὶ μᾶλλον, εἰ 8) μὴ παρέργως, ἀλλὰ μετὰ πολλῆς ἀκριβείας ἐπιζητήσεις καὶ ἐξετάσεις σπουδάσεις 9) ἅπαντα. καὶ γὰρ ἀπεύξαι ὡς ἐπὶ τὸ πολὺ καὶ ἀδδρηγία 10) καὶ λωτρῶν ἀμέτρων χρήσεις καὶ ἡπατος δ' ἔσθ' ἕτε καὶ στομάχου προηγείται κατάψυξις. τούτοις οὖν προστέχειν καὶ κατανοεῖν 11) ἀκριβῶς δεῖ τὸν τὸ εἶδος τοῦ πυρετοῦ γινώσκειν ἐθελόντα. 12) ποτὲ μὲν γὰρ πάντα τὰ σημεῖα ἄμα πάρεισι, 13) ποτὲ δὲ οὐκ· ἐπὶ μὲν γὰρ τῶν γνησίων ἅπαντα σχεδὸν εὑρίσκεται, ἐπὶ δὲ τῶν νόθων οὐ πάντα, ἀλλὰ τινα μὲν αὐτῶν πάρεισι, τινὰ δ' οὐκ. δεῖ διὰ τὰς ποικιλίας αὐτῶν

---

Alexander, Dedicatio Ad Cosman. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000162.
