# Dedicatio Ad Cosman 536.1

Alexander, Dedicatio Ad Cosman, 536.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander/dedicatio-ad-cosman/536.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/alexander/dedicatio-ad-cosman/536.1

Περὶ φρενίτιδος. σκευάζοντες ἐν παντὶ καιρῷ καὶ πλήθους ὄντος, ἕσθ’ ὅτε καὶ ἀπεψίας, 1) καὶ ταῦτα 2) σαφῶς βουόντος τοῦ σωφωτάτου Γαληνοῦ, ὡς οὔτε καταπλασμασιν· οὔτε 3) καταιονήμασιν ἐν παντὶ καιρῷ δεῖ χεῖρησθαι, εἰ μὴ ἐπὶ μόνων ἐκείνων, οἷς 4) οὐδὲν ἐν ὅλῳ τῷ σώματι. 5) ἀλάται περιττόν, 6) τοῖς δ’ ἄλλοις ἅπασιν κακὸν ἐσχάτον. ἀλλὰ ταῦτα μὲν οἱ κακῶς ἔχοντες 7) λόγου πράττουσιν. 8) ἡμεῖς δ’ ὅσα μέμνηθ᾽καμεν ἐκ τῶν παλαιῶν, ἅμα δὲ καὶ εἴ τι πράττειν ἡμᾶς ὁρθῶς ὑπαγορεύει ὁ λόγος, ἤδη λέγωμεν. πτισάνη μὲν οὖν πρῶτον 9) ἀπάντων ὡς ἐν διαίτῃ τοῖς φρενιτικοῖς προσφερέσθω βοήθημα, καλῶς μάλιστα προεψομένη. 10) διδόσθω δὲ ὁ χυλὸς αὐτῆς μόνος· εἰ δὲ μὴ ἡδέως ἔχοιεν, σὺν τοῖς κόκκοις αὐτὴν λαμβανέτωσαν ἄνευ τινὸς ἐδέσματος· εἰ δὲ ἡδέως ἔχοιέν τι, προσπλέκεσθαι ἀρμόζει μόνον ὑδρόμελι. 11) μικρὸν ἢ ὑδρορόσατον ἢ ῥοδόμηλον. 12) τὸ δὲ ὑδρομήλον 13) μάλλιστα τὸ Κιβυρατικὸν ὡς πολέμιον αὐτοῖς φεύγειν δεῖ καὶ τὸ ὀξύμελι. εἰ δὲ μὴ ἡδέως ἔχοιεν τὴν πτισάνην — πολλοὶ γὰρ οὐδὲ τοῦ ὀνόματος αὐτῆς ἡδέως ἀκούουσιν — ἐπιδιδόναι αὐτοῖς δεῖ τὸν τοῦ βρώμου χυλόν, εἰ εὕρισκοιτο, ἢ χίδρου. 14) εἰ δὲ καθ’ ὅλον τὰ ῥοφήματα ἀποστρέφεται, ἄρτον εἰς θερμὸν ὕδωρ βεβρεγμένον 15) ἐπιδίδου· οὐκ ἧλαττον γὰρ αὐτοὺς ὠφελήσει τῶν ῥοφημάτων.

---

Alexander, Dedicatio Ad Cosman. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000162.
