# Dedicatio Ad Cosman 556.3

Alexander, Dedicatio Ad Cosman, 556.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander/dedicatio-ad-cosman/556.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/alexander/dedicatio-ad-cosman/556.3

πιπλαμύς, ἢ πιπλαμύς λαχέδα, ἢ λαχέδα θύννος, ὁ θύννος ὀρχυκος, ὁ ὀρχυκος χῆτος. Περὶ ἐπιληψίας. δὲ χρέα παρατιτέσθαι μέχρι τελείας ἀπαλλαγῆς καὶ μάλιστα τὰ χοίρεια, ὡσαύτως δὲ καὶ τὰ ὄστρια καὶ μάλιστα τὴν φακὴν. εἰ δ’ ἀναλαμβάνειν 1) ἐθέλοιεν ἢ χίδρου ἢ ἄλικος, 2) προσπλεκέσθω τι τῶν λεπτυόντων, οἷον γλήχωνος ἢ πεπέρεως, ὥστε βοηθεῖσθαι τὸ παχύχυμον 3) ἐκ τῆς τούτων προσπλοκῆς. τὴν δ’ ὀπώραν καλόν ἐστι πᾶνυ φεύγειν. εἰ δ’ ἀναλαμβάνειν ἐθέλοιεν ἧδονῆς ἕνεκα, ὀλίγη 4) προσφερέσθω καὶ μᾶλλον μετὰ τὴν τροφήν· οὕτω γὰρ ἀβλαβέστερον ἐσται. καὶ τραγημάτων τὰ πολλὰ φευγέτωσαν, οἷον κάρυα, φοινίκια. τῶν δὲ πιστακίων λαμβανέτωσαν καὶ σταρίδας 5) ἐπάνω τῆς τροφῆς καὶ μάλιστα τὰς ἔχούσας 6) τὸ στύρον 7) ἧρεμα. τοὺς δὲ πλακοῦντας καθ’ ὅλου φευγέτωσαν καὶ τὰς κοπτὰς τὰς ἔχούσας τὸν στρόβιλον, τὰς δ’ ἀπ’ ἀμυγδάλων ἢ πιστακίων συγκειμένας οὐ δεῖ φεύγειν· ἔχουσι γὰρ αἱ τοιαῦται καθαρτικόν 8) τι τοῦ φλέγματος. τὸν δ’ οἶνον, 9) ὅσον ἐπὶ τῷ πάθει, φεύγειν δεῖ· 10) καὶ γὰρ πληρωτικός ἐστι τῆς κεφαλῆς καὶ μᾶλισθ’ ὁ παλαιός. στομάχου δὲ χάριν τῷ συνεργήσει τῇ πέψει οὐδὲν ἄτοπον συμμέτρως αὐτὸν 11) λαμβάνειν. τῶν δὲ προπομάτων σπανίως προσφερέσθω, εἰ μὴ 12) μόνου ἀψινθάτου καλουμένου· 13) τοῦτο γὰρ οἶδε καὶ ῥῶσαι τὸν στόμαχον καὶ λεπτύναι καὶ ἀπωθῆσαι τὸ περιττὸν ἐν αὐτῷ περιεχόμενον. οὕτω μὲν διαιτᾶν δεῖ τὸν παῖδα, βοηθήμασι δὲ χρήσθαι τοιούδε.

---

Alexander, Dedicatio Ad Cosman. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000162.
