# Fragmenta 6

Alexandrides Delphus, Fragmenta, Dfhg-Source dfhg3_ALEXANDRIDES_DELPHUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexandrides-delphus/fragmenta/6

Τίς ὁ παρὰ Δελφοῖς Ὁσιωτὴρ καὶ διὰ τί Βύσιον ἕνα τῶν μηνῶν καλοῦσιν; Ὁσιωτῆρα μὲν καλοῦσι τὸ θυόμενον ἱερεῖον, ὅταν Ὅσιος ἀποδειχθῇ. Πέντε δέ εἰσιν Ὅσιοι διὰ βίου, καὶ τὰ πολλὰ μετὰ τῶν προφητῶν δρῶσιν οὗτοι, καὶ συνιερουργοῦσιν, ἅτε γεγονέναι δοκοῦντες ἀπὸ Δευκαλίωνος. Ὁ δὲ Βύσιος μὴν, ὡς μὲν οἱ πολλοὶ νομίζουσι, φύσιός ἐστιν· ἔαρος γὰρ ἄρχει, καὶ τὰ πολλὰ φύεται τηνικαῦτα καὶ διαβλαστάνει· τὸ δ ̓ ἀληθὲς οὐκ ἔχει οὕτως. Οὐ γὰρ ἀντὶ τοῦ φ τῷ β χρῶνται Δελφοὶ, καθάπερ Μακεδόνες, Βίλιππον καὶ Βαλακρὸν καὶ Βερονίκην λέγοντες· ἀλλ ̓ ἀντὶ τοῦ π· καὶ γὰρ τὸ πατεῖν, βατεῖν, καὶ τὸ πικρὸν, βικρὸν ἐπιεικῶς καλοῦσιν. Ἔστιν οὖν Πύσιος ὁ Βύσιος, ἐν ᾧ πυστιῶνται καὶ πυνθάνονται τοῦ θεοῦ. Τὸ γὰρ ἐννοεῖν καὶ πάτριον. Ἐν τῷ μηνὶ γὰρ τούτῳ χρηστήριον ἐγίγνετο, καὶ ἑβδόμην ταύτην νομίζουσι τοῦ· θεοῦ γενέθλιον, καὶ πολύφθοον ὀνομάζουσιν, οὐ διὰ τὰ πέττεσθαι φθόῖς, ἀλλὰ πολυπευθῆ καὶ πολυμάντευτον οὖσαν. Ὀψὲ γὰρ ἀνείθησαν αἱ κατὰ μῆνα μαντεῖαι τοῖς δεομένοις· πρότερον δὲ ἅπαξ ἐθεμίστευεν ἡ Πυθία τοῦ ἐνιαυτοῦ κατὰ ταύτην τὴν ἡμέραν, ὡς Καλλισθένης (fr. 4) καὶ Ἀλεξανδρίδης (vgo Ἀναξανδρίδης) ἱστορήκασι.

---

ALEXANDRIDES DELPHUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2284.tlg003.local002/.
