Ancient Greek · ~3 min
Book 1
Alypius, Isagoge musica 1.4
Not analysed yet
4. Τῶν φθόγγων οἱ μέν εἰσιν ἑστῶτες καὶ ἀκλινεῖς, οἱ δὲ κινούμενοι καὶ κεκλιμένοι. ἑστῶτες μὲν οὖν εἰσιν ὀκτώ· προσλαμβανόμενος, ὑπάτη ὑπάτων, ὑπάτη μέσων, μέση, νήτη συνημμένων, παραμέση, νήτη διεζευγμένων, νήτη ὑπερβολαίων. κινούμενοι δὲ δέκα· δύο παρυπάται, ὑπάτων καὶ μέσων, δύο λιχανοὶ, ὑπάτων καὶ μέσων· τρεῖς τρίται, συνημμένων διεζευγμένων ὑπερβολαίων· τρεῖς παρανῆται, συνημμένων διεζευγμένων ὑπερβολαίων. ἑστῶτες μὲν οὗν λέγονται, ὅτι ἐν ταῖς τῶν γενῶν διαφοραῖς οὐ μεταπίπτουσιν. κινούμενοι δὲ, ὅτι ἐν ταῖς τῶν γενῶν διαφοραῖς μεταπίπτουσιν εἰς ἑτέρας τάσεις. Τῶν δὲ ἑστώτων φθόγγων οἱ μέν εἰσι βαρύπυκνοι, οἱ δὲ ἄπυκνοι. βαρύπυκνοι μὲν οὖν εἰσι πέντε· ὑπάτη ὑπάτων, ὑπάτη μέσων, μέση, παραμέση, νήτη διεζευγμένων. ἄπυκνοι δὲ τρεῖς· προσλαμβανόμενος, νήτη συνημμένων, νήτη ὑπερβολαίων. (p. 3)