Ancient Greek
Book 2
Alypius, Isagoge musica 2.(p. 19) 13. Δωρίου τρόπου σημεῖα κατὰ τὸ διάτονον γένος.
Not analysed yet
Προσλαμβανόμενος ἀντίνυ καὶ πῖ διπλοῦν ὑπάτη ὑπάτων ἰῶτα πλάγιον καὶ ει τετράγωνον παρυπάτη ὑπάτων ἡμιθῆτα κάτω νεῦον καί ει τετράγωνον ὕπτιον ὑπάτων διάτονος δέλτα ἀνεστραμμένον καὶ ταῦ πλάγιον ἀπεστραμμένον ὑπάτη μέσων ω καὶ ἡμίμυ ἀριστερόν παρυπάτη μέσων ψῖ καὶ ἡμίμυ ὕπτιον μέσων διάτονος ταῦ καὶ δίγαμμα ἀπεστραμμένον μέση πῖ καὶ σίγμα ἀπεστραμμένον τρίτη συνημμένων ου καὶ κάππα συνημμένων διάτονος κάππα καὶ ἡμίδελτα καθειλκυσμένον νήτη συνημμένων ἦτα καὶ λάμβδα πλάγιον ἀπεστραμμένον παράμεσος μῦ καὶ πῖ καθειλκυσμένον τρίτη διεζευγμένων λάμβδα καὶ ἡμίδελτα ὕπτιον διεζευγμένων διάτονος ἦτα καὶ (p. 20) λάμβδα πλάγιον ἀπεστραμμένον νήτη διεζευγμένων γάμμα καὶ νῦ ὑπερβολαίων διάτονος χῖ διεφθορὸς καὶ ἡμίαλφα ἀριστερὸν κάτω νεῦον νήτη ὑπερβολαίων ταῦ ἀνεστραμμένον καὶ ἡμίαλφα δεξιὸν ἄνω νεῦον