Ancient Greek
Book 2
Alypius, Isagoge musica 2.1Ο. Ἰαστίου τρόπου σημεῖα κατὰ τὸ διάτονον γένος.
Not analysed yet
Προσλαμβανόμενος μῦ ἀνεστραμμένον καὶ ἦτα ἐλλειπές ὑπάτη ὑπάτων ἦτα ἐλλειπὲς ἀπεστραμμένον καὶ ει τετράγωνον ἀπεστραμμένον παρυπάτη ὑπάτων ζῆτα ἐλλειπὲς καὶ ταῦ πλάγιον ὑπάτων διάτονος γάμμα ἀπεστραμμένον καὶ γάμμα ὀρθόν ὑπάτ μέσων χῖ καὶ ἡμίμυ δεξιόν παρυπάτη μέσων φῖ καὶ δίγαμμα μέσων διάτονος σίγμα καὶ σίγμα μέση ου καὶ κάππα τρίτη συνημμένων ξῖ καὶ κάππα ἀνεστραμμένον συνημμένων διάτονος ἰῶτα καὶ λάμβδα πλάγιον νήτη συνημμένων ζῆτα καὶ πῖ πλάγιον παράμεσος κάππα καὶ ἡμίδελτα καθειλκυσμένον τρίτη διεζευγμένων ἰῶτα καὶ λάμβδα πλάγιον (p. 16) διεζευγμένων διάτονος ζῆτα καὶ πῖ πλάγιον νήτη διεζευγμένων ἄλφα καὶ βαρεῖα τρίτη ὑπερβολαίων ω τετράγωνον ὕπτιον καὶ ζῆτα ὑπερβολαίων διάτονος φῖ πλάγιον καὶ ἦτα ἀμελητικὸν καθειλκυσμένον νήτη ὑπερβολαίων ου καὶ κάππα, ἐπὶ τὴν ὀξύτητα