Ancient Greek
Book 3
Alypius, Isagoge musica 3.(p. 32) 7 Φρυγίου τρόπου σημεῖα κατὰ τὸ χρωματικὸν γένος.
Not analysed yet
Προσλαμβανόμενος ἰῶτα πλάγιον καὶ ει τετράγωνον ὑπάτη ὑπάτων ζῆτα ἐλλειπὲς καὶ ταῦ πλάγιον παρυπάτη ὑπάτων δίγαμμον καὶ ταῦ ἀνεστραμμένον λιχανὸς ὑπάτων χρωματικὴ δέλτα ἀνεστραμμένον καὶ ταῦ πλάγιον ἀπεστραμμένον ὑπάτη μέσων φῖ καὶ δίγαμμον παρυπάτη μέσων υ καὶ δίγαμμον ἀνεστραμμένον λιχανὸς μέσων χρωματικὴ ταῦ καὶ δίγαμμον ἀπεστραμμένον μέση μῦ καὶ πῖ καθειλκυσμένον τρίτη συνημμένων λάμβδα καὶ ἡμίδελτα πλάγιον παρανήτη συνημμένων χρωματικὴ κάππα καὶ ἡμίδελτα καθειλκυσμένον νήτη συνημμένων γάμμα καὶ νῦ παράμεσος ἰῶτα καὶ λάμβδα πλάγιον τρίτη διεζευγμένων θῆτα καὶ λάμβδα ἀνεστραμμένον παρανήτη διεζευγμένων χρωματικὴ (p. 33) ἦτα καὶ λάμβδα πλάγιον ἀπεστραμμένον νήτη διεζευγμένων ω τετράγωνον ὕπτιον καὶ ζῆτα τρίτη ὑπερβολαίων ψῖ κάτω νεῦον καὶ ἡμίαλφα δεξιὸν κάτω νεῦον παρανήτη ὑπερβολαίων χρωματικὴ χῖ διεφθορὸς καὶ ἡμίαλφα ἀριστερὸν κάτω νεῦον νήτη ὑπερβολαίων μῦ καὶ πῖ καθειλκυσμένον, ἐπὶ τὴν ὀξύτητα