Ancient Greek
Book 3
Alypius, Isagoge musica 3.4. Αἰολίου τρόπου σημεῖα κατὰ τὸ χρωματικὸν γένος.
Not analysed yet
Προσλαμβανόμενος ἦτα ἐλλειπὲς ἀπεστραμμένον καὶ ει τετράγωνον ἀπεστραμμένον ὑπάτη ὑπάτων δέλτα ἀνεστραμμένον καὶ ταῦ πλάγιον ἀπεστραμμένον παρυπάτη ὑπάτων (p. 28) γάμμα ἀπεστραμμένον καὶ γάμμα ὀρθόν λιχανὸς ὑπάτων χρωματικὴ ἄλφα ἀνεστραμμένον καὶ δίγαμμα ἀνεστραμμένον ὑπάτη μέσων ταῦ καὶ δίγαμμον ἀπεστραμμένον παρυπάτη μέσων σίγμα καὶ σίγμα λιχανὸς μέσων χρωματικὴ πῖ καὶ σίγμα ἀπεστραμμένον μέση κάππα καὶ ἡμίδελτα καθειλκυσμένον τρίτη συνημμένων ἰῶτα καὶ λάμβδα πλάγιον παρανήτη συνημμένων χρωματικὴ ἦτα καὶ λάμβδα πλάγιον ἀπεστραμμένον νήτη συνημμένων ἄλφα καὶ βαρεῖα παράμεσος ἦτα καὶ λάμβδα πλάγιον ἀπεστραμμένον τρίτη διεζευγμένων ζῆτα καὶ πῖ πλάγιον παρανήτη διεζευγμένων χρωματικὴ δέλτα καὶ πῖ πλάγιον ἀπεστραμμένον νήτη διεζευγμένων χῖ διεφθορὸς καὶ ἡμίαλφα ἀριστερὸν κάτω νεῦον τρίτη ὑπερβολαίων φῖ πλάγιον καὶ ἦτα ἀμελητικὸν καθειλκυσμένον παρανήτη ὑπερβολαίων χρωματικὴ ταῦ ἀνεστραμμένον (p. 29) καὶ ἡμίαλφα δεξιὸν. ἄνω νεῦον νήτη ὑπερβολαίων κάππα καὶ ἡμίδελια καθειλκυσμένον, ἐπὶ τὴν ὀξύτητα