# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 113

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, Β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/113

βωμὸς καὶ ἑστία καὶ ἐσχάρα καὶ μέγαρον διαφέρει, καθὰ καὶ Ἀμμώνιος ὁ Λαμπριεὺς (EGHist 361 F 1a) ἐν πρώτῳ Περὶ θυσιῶν· ‘βωμοὶ μὲν γὰρ οἱ τὰς προσβάσεις ἔχοντες, ἐσχάρα δʼ ἡ πρὸς βιωτικὴν γινομένη ⌞χρῆσιν⌟ ἐπὶ τῆς ⌞γῆςμ⌟· τὰ δὲ πολυ ⌞τελῆ⌟ ἑστία⌞ι⌟· τὸ δὲ μέγαρον περιοικοδομημένη ἑστία, ἔνθα τὰ μυστικὰ τῆς Δήμητρος’. παρὰ δʼ Ὁμήρῳ ἡ ἐσχάρα ἡ | αὐτὴ καὶ ἑστία καλεῖται, ὁ δὲ βωμὸς καὶ τὴν βάσιν σημαίνει (η 100) ‘χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν’, ἀντὶ τοῦ ἐπὶ βάσεων· καὶ ἡ ἑστία σημαίνει καὶ τὸν οἶκον (ξ 159 ρ 156 τ 304 υ 231) ‘ἑατίη δʼ Ὀδυσσῆος ἀμύμονος’, καὶ ἀνέστιος ὁ ἄοικος. παῤ Ἡσιόδῳ (theog. 454) καὶ ἡ σωματοειδὴς θεὸς Ἑστία ἐστίν, ἣν καὶ ‘Δήμητρα{ν} καὶ Ἥρην χρυσοπέδιλον’. ἰδίως δὲ Νεάνθης ὁ Κυζικηνὸς (FGHist. 84 F 7) ἐν τρίτῳ τῶν Κατὰ πόλιν βωμούς θεῶν φησιν, ἐσχάρας δʼ ἡρώων. παρὰ δʼ Εὐριπίδῃ (fr. 628 N.) ἐσχάρα ἀντὶ τοῦ βωμοῦ κεῖται ἐν Πλεισθένει ‘μηλοσφάγετον δαιμόνων ἐπʼ ἐσχάραις’. καὶ Σοφοκλῆς (fr. 662 N.) ἐν Χρύσῃ.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
