# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 169

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, Ε. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/169

ἔνδον καὶ ἔσω διαφέρει. ἔνδον μὲν γὰρ τὸ ἐν τόπῳ σημαίνει, ἔσω δὲ τὸ εἰς τόπον. ἔνδον μὲν γάρ ἐστιν ὁ παῖς, ἔσω δὲ εἰσέρχομαι. ἁμαρτάνει οὖν ὁ λέγων ‘ἔνδον εἰσέρχομαι’ ἢ ‘ἔαω ἐστὶν ὁ παῖς’. Σοφοκλῆς τὴν διαφορὰν συγχεῖ· φησὶ γὰρ ἐν Τραχινίαις (202 sq.) ‘γυναῖκες αἵ τ᾿ ἔσω στέγης αἵ τʼ ἐκτός’, δέον εἰπεῖν ‘γυναῖκες αἵ τʼ ἔνδον’. καὶ Εὐριπίδης ἐν Ἡρακλείδῃ (Heraclidae 584) ‘καὶ τὸν γέροντα τήν τ᾿ ἔσω γραῖαν δόμων’ ἀντὶ τοῦ ἔνδον. Εὔβουλος ὁ τῆς μέσης κωμῳδίας ποιητὴς ἐν Καλαθηφόροις (III p. 224 M. = fr. 40 K.) ‘ὅπως σπεύσεσθ᾿ ὅτι τις γέρων ἔσω’, δέον εἰπεῖν ἔνδον.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
