# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 188

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, Ε. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/188

ἐρωτᾶν τοῦ πυνθάνεσθαι διαφέρει. πυνθάνεσθαι μὲν γάρ ἐστι τὸ κατ᾿ ἀκοὴν διεξοδικῶς ἀκούειν τὰ ὑπό τινος λεγόμενα, αὐτὸν οὐδʼ ἐρωτῶντα· ἐρωτᾶν δὲ τὸ ἐθέλειν τινὰ κεφαλαιώδη λαβεῖν ἀπόφασιν περὶ τοῦ ὑποκειμένου πράγματος. ὁ γοῦν Τηλέμαχός φησι πρὸς τὸν Νέστορα (γ 80) ‘εἴρεαι ὁππόθεν εἰμέν ἐγὼ δέ κέ τοι καταλέξω’, καὶ Ἀχιλλεύς φησιν (Λ 611 sq.) ‘ἀλλʼ ἴθι νῦν, Πάτροκλε Διὶ φίλε, Νέατοῤ ἔρειο, ὅντινα τοῦτον ἄγει’. ὅτι δὲ τὸ πυνθάνεσθαι ἐπὶ ψιλοῦ τοῦ ἀκούειν τάσσεται, φανερὸν ἐκ τοῦ λέγειν Τηλέμαχον (β 314 sq.) ‘νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων ⌞μῦθον⌟ ἀκούων πυνθάνομαι καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός’· καὶ Ὀδυσσεύς φησι (ν 256) ‘πυνθανόμην Ἰθάκης δὲ καὶ ἐν Τροίῃ εὑρείῃ’. κατὰ δὲ τοὺς φιλοσόφους ἐρώτησίς ἐστι φράσις συμβολικὴν ἀπόκρισιν ζητοῦσα οἷον νέον ἀμφίβολον, σαφές, ἄδηλον· αὗται γὰρ αἱ πέντε ἀποφάσεις συμβολικαὶ καλοῦνται. ἔστι μέντοι γε ὅτε οὐχ οὕτως ἀλλʼ ἑτέρως ἀποκρινόμεθα πρὸς τὰς ἐρωτήσεις, οἷον· ‘ἡμέρα ἐατίν;’ - ‘ἔατιν’, καὶ οὕτως· ‘ἡμέρα ἐατίν;’ — ‘ἡμέρα’, καὶ οὕτως· ‘ἡμέρα ἐστίν’. πεῦσις δέ ἐστι λέξις πρὸς ἣν οὐκ ἔστι συμβολικῶς ἀποκρίνασθαι, οἷον· ’ποῦ οἰκεῖ Ἀρίστων;’, φησὶ γὰρ ‘ἐν τῷδε τῷ τόπῳ’· καὶ (Ζ 377) ‘πῆ ἔβη Ἀνδρομάχη;’, ἡ δʼ ἀποκρίνεται ὅτι (Ζ 386 sq.) ‘ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκ’ ἄκουε τείρεσθαι Τρῶας’. οὐ γὰρ ἐνεχώρει ἐνταῦθα συμβολικῶς εἰπεῖν ‘ναὶ’ ἢ ‘οὔ’. κατά τι οὖν περὶ τῆς διαφορᾶς ταύτης φέρονται καὶ οἱ φιλόσοφοι συμφώνως τοῖς προειρημένοις. Ποτάμων περὶ τῆς διαψορᾶς φησιν οὕτως· ‘ἐρώτησις πεύσεως ⌞καὶ⌟ ἀνακρίσεως διαφέρει. ἐρώτησις μὲν | γάρ ἐστι σύντομος ἀπόκρισις, πεῦσις δὲ μακρᾶς πράξεως ἀπαγγελία, ἀνάκρισις δʼ ὑποδεεστέρων ἐξήγησις’.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
