# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 197-201

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, 197 to 201. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/197

ἑτερόφθαλμος καὶ μονόφθαλμος διαφέρει. ἑτερό|φθαλμος μὲν γὰρ ὁ κατὰ περίπτωσιν πηρωθεὶς τὸν ἕτερον τῶν ὀφθαλμῶν, μονόφθαλμος δὲ ὁ μόνον ὀφθαλμὸν ἔχων ὡς ὁ Κύκλωψ. ἕτερος καὶ ἄλλος διαφέρει. ἕτερος μὲν ἐπὶ δυεῖν τάσσεται, ὡς Ὅμηρος (B 217) ‘φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα’, τὸ δὲ ἄλλος ἐπὶ πολλῶν, ὡς αὐτὸς Ὅμηρος (Γ 104) ‘Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον’. εὐφυὴς καὶ εὐμαθὴς διαφέρει. εὐφυὴς μὲν γὰρ λέγεται παρὰ ⌞τοῖς⌟ Ἀττικοῖς ὁ σκωπτικός, εὐμαθὴς δὲ ὁ εἰς τὸ μαθεῖν ταχύς. εὑρεῖν καὶ εὑρέσθαι διαφέρει. εὑρεῖν μὲν γὰρ τὸ καὶ ἐν τῇ συνηθείᾳ, εὑρέσθαι δὲ οἱονεὶ τὸ ἐκπορίσασθαι. Μένανδρος Δυσκόλῳ (489) ‘εὕρηκα κἀγὼ τούτου τέχνην’. Δίφυλος (IV p. 408 M. = fr. 68 K.) ἐν Πύρρᾳ ‘δῶρον δʼ ἐμαυτῇ παρὰ θεῶν εὑρημένον’. εὔμορφος καὶ εὐειδὴς διαφέρει. εὔμορφος μὲν γὰρ ὁ τὴν μορφὴν εὖ ἔχων οἷον εὐπρόσωπος· καὶ γὰρ τὸ τὴν ὄψιν πως σχηματίζειν μορφάζειν λέγομεν. εὐειδὴς δὲ ὁ | τὸ εἶδος καλῶς ἔχων, οἷον πᾶν τὸ σῶμα.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
