# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 209-215

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, 209 to 215. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/209

ζῆλος καὶ ζηλοτυπία διαφέρει. ζηλοτυπία μὲν γάρ ἐστιν αὐτὸ τὸ πάθος ἤγουν τὸ ἐν μίσει ὑπάρχειν· ζῆλος δὲ μίμησις καλοῦ, οἷον ζηλοῖ τὸν καθηγητὴν ὁ παῖς. ‘ζηλοῖ δέ τε γείτονα γείτων’, Ἡσίοδος (opp. 23) ἐπὶ καλοῦ. ζηλοτυπεῖ δὲ ἡ δεῖνα τόνδε. ζηλῶσαι τοῦ ἐρίσαι διαφέρει. ζηλοῦν μὲν γάρ ἐστι τὸ σὺν ἐπιθυμίᾳ μιμεῖσθαι, ἐρίζειν δὲ τὸ μετὰ μάχης φιλονεικεῖν. ζῆλος φθόνου διαφέρει. ζῆλος μὲν γάρ ἐστιν ἡ διʼ ἐπιθυμίαν γινομένη μίμησις δοκοῦντός τινος καλοῦ, φθόνος | δὲ βασκανία τις τῶν ἄλλοις μὲν προσόντων ἀγαθῶν, ἡμῖν δʼ οὔ. ζῆλος μέν ἐστι λύπη ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς, οἷα καὶ ἑαυτῷ τις ἐπιθυμεῖ περιποιῆσαι. ζήλου τρία εἴδη. ὁ μὲν γάρ ἐστι μακαρισμός, καθʼ ὅν φησί τις ζηλωτὸν τὸν δεῖνα ἐπὶ τῷδε· δεύτερος, καθʼ ὃν ζηλωτής τινος εἶναι λέγεται ὥσπερ Θησεὺς Ἡρακλέους· τρίτος δὲ ὁ φθόνῳ ὅμοιος. ζυγὸς ἀρσενικῶς μὲν ἐπὶ τῶν βοῶν, οὐδετέρως δὲ ἐπὶ τοῦ σταθμοῦ. ζώνη καὶ ζώνιον διαφέρει. ζώνη μὲν γάρ ἐστιν ἡ τοῦ ἀνδρός, ζώνιον δὲ τὸ τῆς γυναικός.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
