# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 222-225

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, 222 to 225. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/222

Θαλαμιὰς ὡς ἀγαθὰς καὶ θαλάμας ὡς μεγάλας διαφέρει, φησὶ Τρύφων (fr. 9 Vels.), παρὰ τοῖς Ἀττικοῖς, ἐν δευτέρῳ Περὶ Ἀττικῆς προσῳδίας. ἐὰν μὲν γὰρ ὀξυτονήσωμεν, δηλώσει τὸ τῶν Διοσκούρων ἱερόν· ἐὰν δὲ βαρυτονήσωμεν, τὰς καταδύσεις μηνύει. θαυμάζω γενικῇ μὲν συνταττόμενον σημαίνει τὸ καταγινώσκω καὶ κατηγορῶ, οἷον ‘θαυμάζω τῶν ταύτην ἐχόντων τὴν γνώμην’· αἰτιατικῇ δὲ τὸ ἐπαινῶ, οἷον ‘θαυμιάζω τοὺς οὕτω φρονοῦντας’. θαυμάζειν ἐστὶ τὸ ἀπορεῖν τι ὂν αἰτία παραλόγου τινός, τερατοῦσθαι δὲ τὸ θαυμάζειν τι τέρας· ἔστι γὰρ τέρας τὸ παρὰ φύσιν σημαῖνόν τι. θεημαχία καὶ θεομαχία διαφέρει. θεημαχία μὲν γάρ ἐστιν ἡ πρὸς θεὸν μάχη, θεομαχία δὲ αὐτῶν τῶν θεῶν πρὸς ἀλλήλους μάχη.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
