# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 232-238

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, 232 to 238. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/232

θής, λάτρις, ἀμφίπολος καὶ ἄτμενος διαφέρουσιν. θὴς μὲν γὰρ ὁ ἐπὶ μισθῷ δουλεύων· ‘θῆτές τε δμῶές τέ’ (δ 644). λάτρις δὲ ὁ κατὰ πολεμικὴν περίστασιν ἁλοὺς καὶ ἐπὶ δουλείαν προσαχθείς. ἀμφίπολος δὲ κοινὸν ἄρρενος καὶ θηλείας ὄνομα δούλου. ἄτμενος δὲ οὐ μόνον ὁ δοῦλος, ἀλλὰ καὶ ὁ ὑποτεταγμένος ἐλεύθερος. θράσος καὶ θάρσος διαφέρει. θράσος μὲν γάρ ἐστιν ἄλογος ὁρμή, θάρσος δὲ ἔλλογος ὁρμή. θύρα καὶ θυραία διαφέρει. θύρα μὲν γάρ ἐστιν ἡ ἐξ ἀρχῆς γενομένη· Μένανδρος (fr. 331 Koerte2) ἐν Παρακαταθήκῃ ‘θύραν ἔξελε’. θυραία δὲ τὸ μέλλον πρὸς ἐκκοπὴν θύρας μέγεθος. θύεσθαι καὶ σφάττεσθαι διαφέρει. θύεσθαι μὲν γάρ ἐστιν ἐπὶ τιμιῇ θεοῦ· καὶ τὸ μαντεύεσθαι {ἐπὶ τιμῇ} διὰ σπλάγχνων θύεσθαί φαμεν. σφάττεσθαι δὲ τὸ διʼ ἥντινα οὖν αἰτίαν φονεύεσθαι. καὶ τὸ μὲν ἐπʼ ἀλόγου, τὸ δὲ καὶ ἐπʼ ἀνθρώπου τάσσεται. θύουσι καὶ θύονται διαφέρει. θύουσι μὲν γὰρ οἱ σφάττοντες τὰ ἱερεῖα, θύονται δὲ οἱ διὰ τῶν σπλάγχνων μαντευόμενοι. θύρα καὶ θύραι διαφέρουσιν. θύρα μὲν γάρ ἐστι τὸ ἐπίθεμα τὸ ἐκ τῶν σανίδων, θύραι δὲ τὸ ἄνοιγμα αὐτὸ καὶ τὰ χαλάσματα τῆς θύρας. θυμὸς μέν ἐστι πρόσκαιρος ὀργή, ὀργὴ δὲ ἡ πολυχρόνιος μνησικακία.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
