# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 239-243

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, 239 to 243. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/239

ἱερεῦσαι καὶ καθιερεῦσαι λέγουσιν ἐπὶ τῶν θυομένων ἱερείων, ἱερῶσαι δὲ καὶ καθιερῶσαι ἐπὶ τῶν ἀνατιθεμένων. ἱερεῖον καὶ χρηστήριον διαφέρει. ἱερεῖον μὲν γάρ ἐστι κοινῶς τὸ σφαζόμενον πρὸς θυσίαν ἅπασαν, χρηστήριον δὲ τὸ ἱερὸν ᾧ χρῶνται χρηστηριαζόμενοι. Ἡρόδοτος καθάπερ ἔτι καὶ νῦν, ὅταν χρηστήρια θύωσιν ἐν τῷ ἱερῷ. ἱερὰ τούς τε περιβόλους τῶν ναῶν καὶ τὰ σφάγια καὶ τὰ ὀστᾶ τῶν ἀνθρώπων, ὡς Ὑπερίδης (fr. 49 Bl.) ἐν τῷ Κατὰ Ἀρχιστρατίδου, καὶ τὰ ξόανα, ὡς Θεόπομπος (FGHist 115 F 159) ἐν εἰκοστῇ ἕκτῃ. ἱκέσθαι καὶ ἀφικέσθαι διαφέρει, ὥς φησιν Ἡρακλείδης (fr. 5 Cohn). ἱκέσθαι μὲν γάρ ἐστι τὸ ἐλθεῖν, ἀφικέσθαι δὲ τὸ ἐπανελθεῖν. Ὅμηρος τὴν διαφοράν φησιν (Ν 645) ‘οὐδ᾿ αὖτις ἀφίκετο πατρίδα γαῖαν᾿ καὶ (η 80) ‘ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην’. Ἰουδαῖοι καὶ Ἰδουμαῖοι διαφέρουσιν, ὥς φησι Πτολεμαῖος (FGHist 199 F 1) ἐν πρώτῳ Περὶ Ἡρώδου τοῦ βασιλέως. Ἰουδαῖοι μὲν γάρ εἰσιν οἱ ἐξ ἀρχῆς φυσικοί Ἰδουμαῖοι δὲ τὸ μὲν ἀρχῆθεν οὐκ ⌞Ἰδου|μαῖοι⌟ ἀλλὰ Φοίνικες καὶ Σύροι, κρατηθέντες δὲ ὑπʼ αὐτῶν καὶ ἀναγκασθέντες περιτέμνεσθαι καὶ συντελεῖν εἰς τὸ ἔθνος καὶ τὰ αὐτὰ νόμιμα ἡγεῖαθαι ἐκλήθησαν Ἰδουμαῖοι.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
