# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 245-246

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, 245 to 246. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/245

ἱππεὺς καὶ ἱππότης διαφέρει. ἱππεὺς μέν ἐστιν ὁ τῷ ἵππῳ χρώμενος, ἱππότης δὲ ὁ ἔφιππος. ἴαοι καὶ κοινοὶ διαφέρει. Πλάτων ἐν Πρωταγόρᾳ (337 a 2–6)· ‘χρὴ γὰρ τοὺς ἐν τοῖσδε λόγοις παραγινομένους κοινοὺς μὲν | εἶναι ἀμφοῖν τοῖν διαλεγομένοιν ἀκροατάς, ἴσους δὲ μή. ἔστι γὰρ οὐ ταὐτόν· ⌞κοινῇ⌟ μὲν γὰρ ἀκοῦσαι ἀμφοτέρων χρή, μὴ ἴσον δὲ ⌞νεῖμαι⌟ ἑκατέρῳ, ἀλλὰ τῷ μὲν σοφωτέρῳ πλέον, τῷ δὲ ἀμαθεστέρῳ, ⌞ἔλαττον⌟’.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
