# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 286-291

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, 286 to 291. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/286

κυβεύειν καὶ πεσσεύειν διαφέρει. κυβεύειν μὲν γάρ ἐστι τὸ διὰ ψήφων ἀστραγάλων παίζειν, πεσσεύειν δὲ τὸ διὰ ψήφων. κρίνειν τοῦ διακρίνειν διαφέρει. κρίνειν μὲν γὰρ τὸ κυρίως δοκιμάζειν, διακρίνειν δὲ τὸ πρᾶγμα πράγματος διϊστᾶν καὶ χωρίζειν. κύειν καὶ τίκτειν διαφέρει. κύειν μὲν γὰρ τὸ ἔγκυον εἶναι, | τίκτειν δὲ τὸ ἀπαλλάττεσθαι τοῦ κύειν. Εὐριπίδης (fr. 267 Ν.2) ἐν Ἀντιό⌞π⌟ῃ ‘κύουσα τίκτω’, εἶπεν, ‘ἡνίκ’ ἠγόμην πάλιν’. κύριος καὶ δεσπότης διαφέρει. κύριος μὲν γὰρ τῆς γυναικὸς ὁ ἀνὴρ καὶ τῶν υἱῶν ὁ πατήρ, δεσπότης δὲ ἀργυρωνήτων τινῶν ἄλλων. κωφὸς καὶ ἐνεὸς ὁ αὐτὸς παρὰ τοῖς παλαιοῖς ἐλέγετο, ὁ μὴ φθεγγόμενος. Ὅμηρος (Ξ 16) ‘κύματι κωφῷ’, τῷ μὴ ἀποτελοῦντι ἦχον. καὶ ἡ Πυθία (Parke- Wormell, The Delphic Oracle, II no. 52) ‘καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω’ παραλλήλως ἔταξε. νῦν δὲ κωφὸς ὁ τὴν ἀκοὴν βεβλαμμένος. κωμῳδὸς καὶ τραγῳδὸς λέγεται ὁ χορευτὴς καὶ ὑποκριτής, κωμῳδοποιὸς δὲ καὶ τραγῳδοποιὸς οἱ ποιηταί. ἐνίοτε δὲ συγχέουσι τὴν διαφοράν.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
