# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 306-315

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, 306 to 315. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/306

μάχαιρα καὶ μαχαιρὶς διαφέρει. μάχαιραν μὲν γὰρ ὁμοίως ἡμῖν λέγουσιν Ἀττικοί, μαχαιρίδας δὲ τὰς τῶν κουρέων. μακρολόγος καὶ πολυλόγος διαφέρει. μακρολόγος μὲν γάρ ἐστιν ὁ περὶ ὀλίγων πολλὰ λέγων, πολυλόγος δὲ ὁ περὶ πολλῶν καὶ πολλὰ λέγων. μασθὸς μαζοῦ διαφέρει. μασθὸς μὲν γάρ ἐστιν ὁ γυναικεῖος, κυρίως δέ, οἷον μεστὸς εἶναι γάλακτος. μαζὸς δὲ ὁ ἀνδρεῖος, ὡς καὶ ὁ ποιητής φησι (Δ 123) ‘νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον’. μάρτυς ἐλέγχου διαφέρει. μάρτυς μὲν γὰρ ἐπʼ ἀγαθοῦ λαμβάνεται, ἔλεγχος δὲ ἐπὶ φαύλου. μάχη καὶ πόλεμος διαφέρει. μάχη μὲν γάρ ἐστιν ἡ ἐν πολέμοις ἐνέργεια, πόλεμος δὲ ὁ χρόνος καὶ ἡ πρὸς τὴν μάχην παρασκευή. μαρτυρία καὶ ἐκμαρτυρία διαφέρει. μαρτυρία μὲν γάρ ἐστιν ἡ τῶν ἐπιδημούντων, ἐκμαρτυρία δὲ ἡ τῶν ἀποδημούντων, ὡς διασαφεῖ Δείναρχος (fr. LX 2 B. — S.) ἐν τῷ Κατὰ Κλεομέδοντος αἰκίας λέγων· ‘πολλὰ κἀγαθά, ὦ ἄνδρες δικασταί, γένοιτο ὑμῖν καὶ τῷ νομοθετήσαντι | ἐξεῖναι τῶν ἀποδημούντων ἐκμαρτυρίας παρέχεσθαι’. μάγον τόν τε φαρμακόν, ὡς Αἰσχίνης (3, 137) ἐν τῷ Κατὰ Κτησιφῶντος, καὶ τὸν περὶ τοὺς θεοὺς ἱερουργόν, ὡς Ἡρόδοτος (passim). μανία μέν ἐστιν ἔκστασις λογισμοῦ, λύσσα δʼ ἐπιτεταμένη μανία, οἶστρος δὲ μανιώδης ἐπιθυμία. μαντικὴ μέν ἐστιν ἡ τέχνη, μαντεία δὲ ὁ χρησμός. μέτοικος καὶ ἰσοτελὴς διαφέρει. μέτοικος μὲν γάρ ἐστιν ὁ ὑπόφορος, ἰσοτελὴς δὲ ὁ μὴ τελῶν τι ἢ ἄρχων.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
