# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 318

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, Μ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/318

μετρεῖσθαι καὶ ἵστασθαι διαφέρει. μετρεῖσθαι μὲν γὰρ ἔλεγον οἱ παλαιοὶ μέτρῳ λαμβάνειν πυρὸν τι τοιοῦτον ἐν δάνει, ἵνα ἀποδῷ. Ἡσίοδος (opp. 349) ‘εὖ μὲν μετρεῖαθαι’, ‘εὖ δʼ ἀποδοῦναι’, οὐχὶ ἀργύριον ἢ χρυσόν, οὐδέπω γὰρ ἦν νομίσματα. ἵστασθαι δὲ ὡς Ὅμηρος (Ν 745 sq.) ‘δείδω μὴ τὸ χθιζὸν ὑποστήσονται Ἀχαιοὶ χρεῖος’, οἷον τὸ γενόμενον αὐτοῖς ἐλάττωμα ἐν τῷ μάχεσθαι ἀντὶ τοῦ χρεολυτήσωσι καὶ ἀντιστήσονται ὡσπερεὶ ὀφειλόμενον δάνος. χρήσασθαι δʼ ἔλεγον ἱμάτιον ἢ σκεῦος.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
