# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 325-328

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, 325 to 328. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/325

μνημεῖα καὶ μνήματα διαφέρει. μνημεῖα μὲν γὰρ ἔλεγον τὰ μνημόσυνα, μνήματα δὲ τοὺς τάφους. {μνήμη μὲν γίνεται νεκροῦ, μνεία δὲ ζῶντος.} μοχθηρός, μοχθῆ ρος καὶ πόνηρος διαφέρουσι. μοχθηρὸς μὲν γὰρ ὀξυτόνως ὁ τὰ ἤθη πονηρός· λέγουσι δὲ | ἁπλῶς τὰ φαῦλα καὶ μοχθηρὰ πονηρά, ὡς Θουκυδίδης (cf. 7, 48, 1; 8, 24, 5)· ‘πονηρὰ τὰ πράγματα τῶν Ἀθηναίων’, ἀντὶ τοῦ φαῦλα. μοχθῆρος δὲ ὁ ἐπίπονος, ὡς καὶ πόνηρος. μύριοι ἐπὶ ἀριθμοῦ, μυρίοι δὲ οἱ πολλοί. μῦθος καὶ ἱστορία διαφέρει. ἱστορία μὲν γὰρ γεγονότα πράγματα περιέχει, ὁ δὲ μῦθος διαπεπλασμένα καὶ ψευδῆ. ὁ γοῦν λέγων ‘εὖ πεποίηται ἡ περὶ τὸν Κύκλωπα ἱστορία’ ἢ ἄλλο τι τοιοῦτον οὐκ ἄγαν ὀρθοεπεῖ· μᾶλλον γὰρ ἁρμόζει λέγειν ‘εὖ πεποίηται ὁ περὶ τὸν Κύκλωπα μῦθος’.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
