# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 344-351

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, 344 to 351. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/344

οἰκίζεται καὶ συνοικίζεται διαφέρει. οἰκίζεται μὲν γὰρ πόλις ὑπὸ τῆς πρώτης τῶν συνοικητόρων ἀθροίσεως καὶ καθιδρύσεως, συνοικίζεται δὲ ἡ ἐκ πολλῶν πόλεων εἰς μίαν πόλιν συναγομένη ὑπὲρ τοῦ πλείονα δύναμιν σχεῖν. διοικίζεται δὲ ἡ ἐκ μιᾶς πόλεως μεγέθει ἰσχυούσης εἰς πολλὰς καταδιαιρουμένη ὑπὸ τῶν ἐχθρῶν, ἵνα ἀσθενὴς γένηται, ὡς Λακεδαιμόνιοι τὴν ἐν Ἀρκαδίᾳ Μεγάλην πόλιν διῷκησαν. οἰκότριψ καὶ οἰκέτης διαφέρει. οἰκότριψ μὲν γὰρ ὁ ἐν τῇ οἰκία διατρεφόμενος ὃν ἡμεῖς θρεπτὸν καλοῦμεν, οἰκέτης δὲ καὶ δοῦλος ὁ ὠνητός. παρὰ δὲ Σόλωνι (De Solon. legg. p. 48 Sondhaus) ἐν τοῖς | ἄζωσιν οἰκεὺς κέκληται οἰκότριψ. οἶμος οἴμης διαφέρει. οἶμος μὲν γάρ ἐστιν ἀρσενικῶς ἡ ὁδός, οἴμη δὲ ἡ ᾠδή. οἴκτος καὶ οἰκτισ μὸς διαφέρει. οἶκτος μὲν γάρ ἐστιν οἰκτιζομένου ἔλεος, οἰκτισμὸς δὲ ὁ λόγος ὁ τοῦ οἰκτείροντος. οἴνη καὶ οἰνάνθη διαφέρει. οἴνη μὲν ἡ ἄμπελος, οἰνάνθη δὲ ἡ πρώτη τῶν βοτρύων ἐξάνθησις· ⌞οἴναρα⌟ δὲ τὰ φύλλα. οἴκαδε τοῦ εἰς οἶκον διαφέρει. οἴκαδε μὲν γὰρ τὸ εἰς τὴν ἰδίαν οἰκίαν βαδίζειν, εἰς οἶκον δὲ καὶ ἐφʼ ἕτερον. οἶκος, οἰκία, συνοικία, οἴκημα, οἰκίσκος καὶ δῶμα διαφέρουσιν. οἶκος μὲν γὰρ λέγεται ἡ πᾶσα οὐσία, οἰκία δέ | ἡ ὑπὸ ἑνὸς ἢ δευτέρου κατοικουμένη, συνοικία δὲ ἡ πολλοῖς καὶ μισθουμένη, οἴκημα δὲ τὸ τέγος ἢ τὸ δεσμωτήριον, οἰκίσκος δὲ τὸ μικρὸν δωμάτιον, δῶμα δὲ ὁ λεγόμενος κοιτών. ὄλβιος καὶ εὐτυχὴς διαφέρει. ὄλβιος μὲν γάρ ἐστιν ὁ τελείαν τὴν εὐδαιμονίαν ἔχων, εὐτυχὴς δὲ ὁ ζῶν ἡδέως καὶ ἀλύπως.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
