# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 361

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, Ο. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/361

οὐδὲν διὰ τοῦ δ καὶ οὐθὲν διὰ τοῦ θ διαφέρει. οὐδὲν μὲν γὰρ τὸ ἐν τῷ καθόλου, ὥς φαμεν ‘οὐδὲν ἐν κόσμῳ κενόν ʼ πᾶσα γὰρ ἡ τοῦ κενοῦ φύσις βαστάζεται. οὐθὲν δέ, ἀναλυθὲν εἰς τὸ ἴδιον ἀντίστοιχον, σημαίνει τὴν τοῦ ἑνὸς ἄρσιν καὶ ἐπιφορὰν ἑτέρας ἀρχῆς ‘οὔθʼ ἓν οὔτε δύο.’ τὸ δέ διὰ τοῦ δ ἀπαρτίζει διὸ καὶ ὁ ποιητής φησιν (σ 130)· ‘οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποισ’. | ὁ οὖν ἐναλλάσσων ἁμαρτάνει διὸ καὶ Ζηνόδοτον εὐθύνουσι γράφοντα ‘οὐθὲν ἀκιδνότερον ʼ.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
