# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 362-369

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, 362 to 369. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/362

οὕνεκα καὶ εἵνεκα διαφέρει. οὕνεκα μὲν σημαίνει τὸ ὅτι, εἵνεκα δὲ χάριν. Ὅμηρος διαστέλλει (Α 11)· ‘οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆραʼ, ἀντὶ τοῦ ὅτι, ⌞καὶ⌟ (Τ 325) ‘εἵνεκα ῥιγεδανῆς Ἑλένηςʼ. ἥμαρτεν οὖν ὁ Καλλίμαχος (fr. 1, 3 Pf .) εἰπών ‘εἵνεκεν οὐχ ἓν ἄεισμαʼ, ὅπερ ἄτοπον· ἔδει γὰρ εἰπεῖν οὕνεκα, ἵνα γένηται ‘ὅτι οὐχ ἓν ἄεισμαʼ. οὗτος καὶ οὑτοαὶ διαφέρει. τὸ μὲν γὰρ οὑτοσὶ δεικτικὸν μόνον, τὸ δὲ οὗτος δεικτικὸν καὶ ἀναφορικόν. δεικτικὸν μέν (Κ 341. 477) ‘οὗτός τοι, Διόμηδεςʼ, ἀναφορικὸν δέ (Hesiod. opp. 293) ‘οὗτος μὲν πανάριστος, ὃς αὑτῷ πάντα νοήσειʼ. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦτον καὶ τουτονί. οὐλὴ καὶ ὠτειλὴ διαφέρει. οὐλὴ μέν ἐστιν ἡ ὑγιασμένη σάρξ ἐκ παλαιοῦ τραύματος, ὠτειλὴ δὲ τὸ πρόσφατον τραῦμα, παρὰ τὸ οὐτᾶσθαι. καὶ Ὅμηρος τὴν διαφορὰν τετήρηκεν, ἐπὶ μὲν τῆς οὐλῆς εἰπών (τ 393 ψ 74) ‘τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντιʼ, ἐπὶ δὲ τῆς ὠτειλῆς (cf. Δ 140 cum Ρ 86 Ξ 518) ‘αὐτίκα δʼ ἔρρεεν αἷμα κατ’ οὐταμένης ὠτειλῆςʼ. σὖρος καὶ οὐρὸς διαφέρει. σὖρος μὲν ὁ ἄνεμος, οὐρὸς δὲ ὁ τόπος ἤγουν τὸ νεώριον· ‘οὐρούς τ’ ἐξεκάθηρον ’ (Β 153). ὄφλειν καὶ ὀφείλειν διαφέρει. Ἀπολλωνίδης ὁ Νικαεὺς ἐν ὑπομνήματι τοῦ Περὶ τῆς παραπρεσβείας Δημοσθένους (cf. Dem. or. 19, 280sq.) ‘ὄφλει μέν τις ’,φησίν, ‘ἐπὶ καταδίκῃ, ὀφείλει δέ τις ὡς ἡμεῖς ἐκδεχόμεθαʼ. ὅλον τοῦ παντὸς διαφέρει. πᾶς τὴν τῶν προσώπων διαφοράν τὸ μὲν γὰρ συνέστηκεν. ὁ οὖν λέγων ‘ὅλος ἄνθρωπος’ ἔνα λέγει. τὸ δὲ ‘πᾶςʼ πλείονας λέγει. ὄφλημα καὶ χρέος διαφέρει. ὄφλημα μὲν γὰρ καὶ ὀφείλημα τὸ ἐκ καταδίκης τῷ δημοσίῳ ὀφειλόμενον, χρέος δὲ τὸ ἰδιωτικὸν δάνειον. ὄχθαι καὶ ὄχθοι διαφέρει. ὄχθαι μὲν γάρ εἰσι ποταμῶν χείλη, ὄχθοι δὲ γῆς ἐπάρματα.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
