# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 392-401

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, 392 to 401. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/392

πῆ καὶ ποῖ καὶ ποῦ διαφέρει. τὸ μέν γὰρ πῆ καὶ ποῖ εἰς | τόπον, οἷον ‘πῆ ἔβη Ἀνδρομάχη΄’ (Z 377). τὸ δὲ ποῦ ἐν τόπῳ, οἷον· ‘ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα;’ (K 406). ὥσθ᾿ ἁμαρτάνουσιν οἱ λέγοντες ‘ ποῦ ἀπέρχῃ;’ δέον ‘πῆ ἀπέρχῃ;’. πλεῖν τοῦ ἀποπλεῖν καὶ παραπλεῖν καὶ περιπλεῖ διαφέρει. πλεῖν μὲν γάρ ἐστι τὸ κατ᾿ εὐθὺ πλέειν ἀποπλεῖν δὲ τὸ ἐκ τόπου τινὸς ἀπαίρειν· παραπλεῖν δέ τὸ τόπον τινὰ πλοίου διέρχεσθαι· περιπλεῖν δέ τὸ ἐπὶ σκάφους ἀναστρέφεσθαι περὶ τὸν αὐτὸν τόπον. πλούσιος εὐπόρου, ἀφνειοῦ, ὀλβίου καὶ εὐτυχοῦς διαφέρει. πλούσιος μέν γὰρ ὁ πολυούσιος ὁ πολλὴν ἔχων οὐσίαν εὔπορος δὲ ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας ἀνενδεής· ἀφνειὸς δὲ ὁ ἀπʼ ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων — ἔνος γὰρ ὁ ἐνιαυτός ὄλβιος δʼ ὁ τε | λείαν τὴν εὐδαιμονίαν ἔχων, οἷον ὁλόβιος εὐτυχὴς δʼ ὁ ζῶν ἡδέως καὶ ἀλύπως. πλῆμαι καὶ πλῆμναι διαφέρει. πλῆμαι μέν γὰρ αἱ πλημμυρίδες τῶν ποταμῶν, πλῆμναι δέ αἱ τῶν τροχῶν σύριγγες. πλῆθος καὶ ὄχλος διαφέρει. πλῆθος μέν γάρ ἐστι σύστημά τινων, ὄχλος δέ κυρίως ἡ ὄχλησις. πλοῦτος καὶ εὐπορία διαφέρει. οἱ μέν γὰρ πλούσιοι οὐ πάντως εὐποροῦνται, ἀλλ᾿ ἔκ τινος περιστάσεως καὶ ἀποροῦνταί ποτε χρημάτων ἄλλου τινός. οἱ δὲ εὔποροι, κἂν μὴ πλουτῶσιν, ὧν δέονται ἔχουσιν. τινές δὲ εὐπορίαν μὲν τὸν μέτριον πλοῦτον ἡγοῦνται, πλοῦτον δέ τὴν μεγάλην εὐπορίαν. πολεμικὸς καὶ αἰχμητὴς διαφέρει. πολεμικὸς μέν γάρ ἐστιν ὁ ἐμπείρως πολεμῶν, αἰχμητὴς δέ ὁ ἐμπείρως τοῖς κατὰ πόλεμον ὅπλοις χρώμενος. πόμα καὶ πῶμα διχῶς λέγουσι τὸ ἁπλοῦν· | ἐν δὲ συνθέτοις μόνον διὰ τοῦ ω μεγάλου, οἷον γαλακτοπωτεῖν καὶ ὑδροπωτεῖν. πομπή καὶ πομπεία διαφέρουσιν. πομπὴ μέν γὰρ ἣν τοῖς θεοῖς πέμπουσιν, πομπεία δὲ ἡ λοιδορία. Δημοσθένης (or. 18, 11) ‘ τῆς δέ πομπείας ταύτης ὕστερον’. παρρης καὶ παρουσία διαφέρει. παρρησία μέν γὰρ ἡ διὰ λόγων πρός τινα οἰκείωσις, παρουσία δὲ ἡ ἐπέλευσις.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
