# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 402-404

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, 402 to 404. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/402

πολίτης καὶ πατριώτης διαφέρει. πολίτης μέν γάρ ἐστιν ὁ ἐκ τῆς αὐτῆς πόλεως, ἐλεύθερος ἐλευθέρῳ, πατριώτης δέ ὁ ἐκ τῆς αὐτῆς χώρας, δοῦλος δούλῳ. ἡ γὰρ πατρὶς καὶ ἐπὶ τῆς χώρας τάττεται, ὡς τὸ ‘τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετ’ ἠέ νέεσθαι φίλην ἐς πατρίδα γαῖαν᾿ (B 453 sq.). οὐ γὰρ πάντες ἐκ μιᾶς ἦσαν πατρίδος, ἀλλ᾿ ἐκ μιᾶς χώρας. πόλις καὶ ἄστυ διαφέρει. πόλις μέν γὰρ καὶ ὁ τόπος καὶ οἱ κατοικοῦντες, ἤγουν τὸ συναμφότερον. ἄστυ δὲ μόνον ὁ τόπος. | (P 144)· ‘ φράζεο νῦν ὅπως καὶ πόλιν καὶ ἄστυ σαώσῃς’. ποιεῖν τοῦ περιποιεῖν διαφέρει. ποιεῖν μέν γάρ ἐστι τὸ κατασκευάζειν τι, περιποιεῖν δὲ τὸ περικτᾶσθαι ἢ κοσμεῖν.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
