# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 406-410

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, 406 to 410. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/406

ποῦ καὶ ποῖ παρὰ σοῖς Δωριεῦσι τὴν εἰς τόπον 118 Va. σημασίαν δηλοῖ, πῆ δέ τὴν ἐπὶ τόπῳ, πῶ δέ τὴν ἐκ τόπου. πονεῖν καὶ ἀλγεῖν διαφέρει. πονεῖν μέν γάρ ἐστι τὸ ἐνεργεῖν, ἀλγεῖν δέ τὸ ὀδυνάσθαι. πότος βαρυτόνως καὶ ποτὸς ὀξυτόνως διαφέρει. πότος μὲν γάρ ἐστι βαρυτόνως τὸ συμπόσιον, ὡς Μένανδρος (fr. 659 Koerte2) ‘πότοι συνεχεῖς κύβοι’. ὀξυτόνως δέ ποτὸς αὐτὸ τὸ ἔκπομα, ὡς Δημοσθένης (cf. or. 25, 61) ἐν τῷ Κατὰ Ἀνδροτίωνος· ‘βρωτοῦ καὶ ποτοῦ μεταλαβεῖν’. πολύτιμος καὶ πολυτίμητος διαφέρει. πολύτιμος μέν γάρ ἐστιν ὁ πολλῆς τιμῆς ἠγορασμένος ἄνθρωπος· πολυτίμητος δέ ὁ πολλῆς τιμῆς ἄξιος, ὡς τούς θεούς πολυτιμήτους λέγομεν. πρεσ βεύεσθαι καὶ πρεσβεύειν διαφέρει. πρεσβεύεσθαι μέν γὰρ τὸ πέμπειν πρέσβεις, πρεσβεύεινμ δέ τὸ πέμπρεσβευτὴν πειν οἱ Ἀττικοὶ λέγουσιν.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
