# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 413

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, Π. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/413

πρῶτος καὶ πρότερος διαφέρει. πρῶτος μέν γὰρ ἐπὶ πολλῶν, πρότερος δὲ ἐπὶ δύο. καὶ τῷ μέν πρώτῳ ἀκόλουθός ἐστιν ὁ ὕστατος, τῷ δέ προτέρῳ ὁ ὕστερος. καὶ πρότερος ἐπὶ τάξεως, πρώτ̣?ω̣?ς δέ ἐπὶ ποιότητος, ὡς ὅταν ἐπὶ ἀγάλματος λέγωμεν πρώτως ἔχειν τῇ τέχνῃ, οἷον ἐξόχως· Πλάτων γοῦν (cf. rep. 544c) διαιρούμενος τὰς πολιτείας τὴν μέν πρώτως ἔχειν φησί, τὴν δὲ ??δευ̣?τέρως· δηλονότι ἡ μέν πρωτεύει, ἡ δέ ἕπεται. εἰ δέ τις εἴποι ‘πρώτως ἦλθον εἰς Ἀθήνας’, ἁμαρτάνει· ‘πρῶτον’ γὰρ χρή.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
