# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 414-422

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, 414 to 422. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/414

πρυτανεῖα τὰ καταβαλλόμενα ὑπὸ τῶν διωκόντων τὴν δίκην· ἦν δέ τὰ ἐπιδέκατα τοῦ τιμήματος τῆς δίκης. | πρυτανεία δέ θηλυκῶς ὁ χρόνος· διῄρητο γὰρ παρὰ τοῖς Ἀθηναίοις ὁ ἐνιαυτὸς εἰς δέκα πρυτανείας, ὅσαι καὶ φυλαὶ ἦσαν, καὶ ἐπρυτάνευον ἐν ἑκάστῃ φυλῇ κατ’ ἐνιαυτὸν ἅπαξ· ὅθεν καὶ τούς μισθούς καὶ τὰ ἐνοίκια κατὰ τὰς πρυτανείας, οὐ κατὰ μῆνα, ἐτέλουν. πρὸ μοίρας καὶ πρὸ ὥρας διαφέρει. πρὸ μοίρας μέν ὁ βιαίως ἀποθανών, πρὸ ὥρας δέ ὁ ἐν νεότητι. πρεσβεύονται καὶ πρεσβεύουσι διαφέρει. πρεσβεύονται μέν γὰρ οἱ τοὺς πρέσβεις χειροτονοῦντες καὶ πρεσβεύουσι δέ οἱ χειροτονούμενοι καὶ πεμπόμεπέμποντες, νοι ἐπὶ τὴν πρεσβείαν. πρέσβεις οἱ πρεσβευταί. πρέσβις δέ οὐδέποτε λέγεται· τὸ γὰρ ἑνικὸν πρεσβευτὴς ἀνέγνωσται. πρότερος καὶ πρῶτος διαφέρει. πρότερος μὲν ἐπὶ δυοῖν τάσσεται, ὡς Ὅμηρος ἐπὶ Τληπολέμου καὶ Σαρπηδόνος (E 632)· ‘τὸν καὶ Πληπόλεμος πρότερος’. τὸ δέ πρῶτος ἐπὶ πολλῶν (H 162)· ‘ὦρτο πολὺ πρῶτος ἄναξ ἀνδρῶν Ἀγαμέμνων’. πρωτότοκος καὶ πρωτοτόκος διαφέρει. πρωτότοκος μέν γὰρ προπαροξυτόνως ὁ πρῶτον τεχθείς, πρωτοτόκος δέ παροξυτόνως ἡ πρῶτον τεκοῦσα. προσπταίειν μὲν λέγεται τοῖς κάτω μέρεσι, ποδὶ κνήμῃ· προσκρούειν κρούειν δέ τοῖς ἀνωτέρω καὶ κεφαλῇ. πείθεσθαι μέν τὸ ἑκουσίως συγκατατίθεσθαι, πειθαρχεῖν δέ τὸ κελεύοντι πεισθῆναι. Πυθὼν θηλυκῶς καὶ ὀξυτόνως ὁ τόπος· βαρυτόνως δέ καὶ ἀρσενικῶς ὁ δράκων.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
