# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 423

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, Π. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/423

πῦς καὶ πεῖ καὶ ποῖ καὶ πῶ διαφέρει παρὰ τοῖς Δωριεῦσι. τὸ μέν γὰρ πῦς καὶ ποῖ τὴν εἰς τόπον σημασίαν δηλοῖ τὸ δέ πεῖ τὴν ἐν τόπῳ τὸ δέ πῶ τὴν | ἐκ τόπου, ὁμοίως δέ καὶ τοῦτο. ὥσθ᾿ οἱ Δωρίζοντες καὶ λέγοντες ‘πεῖ πορεύῃ ἁμαρτάνουσι· δέον γὰρ ‘πῦς πορεύῃ τὸ γὰρ πεῖ τὴν ἐν τόπῳ σχέσιν δηλοῖ. Σώφρων φησί (fr. 5 Kaibel ═ pap. PSI 1214 a 8) ‘πεῖ γὰρ ἁ ἄσφαλτος;’. (fr. 5 Kaibel)· ‘ποῖος εἰλισκοπεῖται·’, ἀντὶ τοῦ ποῦ. ὅταν δʼ εἰς τόπον θέλῃ εἰπεῖν, φησί (fr. 75 Kaibel) ‘πῦς ἐς μυχὸν καταδύῃ;’ τουτέστιν ἀντὶ τοῦ ‘εἰς τίνα μυχόν’.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
