# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 436

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, Σ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/436

σταφυλὴν ὀξυτονητέον ὡς ἁλυκὴν καὶ σταφύλην βαρυτόνως ὡς Μελίτην διαφέρειν φησὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης (p. 42 Baege) ἐν δευτέρα Περὶ τῶν ἐν Ὀδυσσείᾳ προσῳδιῶν. τὸ μέν γὰρ βαρυτονούμενον, φησίν, ὄνομα ἐπὶ τῆς καθιεμένης μολίβδου παρὰ τοῖς ἀρχιτέκτοσι τίθεται, τὸ δʼ ὀξυτονούμενον ἐπὶ τῆς ὀπώρας. ὁ αὐτὸς πάλιν ἐν δευτέρᾳ Τῶν ἐν Ἰλιάδι προσῳδιῶν κατὰ λέξιν φησὶν οὕτως· ‘σταφύλῃ ἐπὶ νῶτον ἔχουσα’ (B 765), σταφύλη βαρυτονητέον ὡς Νιόβη· οὐ γάρ ἐστιν ὅμοιον τῷ συ|κῆ. τοῦτο γὰρ διαιρεῖται — συκέη —, ἐκεῖνο δʼ οὐ διαιρεῖται.᾿ Ἡρακλείδης δʼ ὁ ἡμέτερός φησιν (fr. 6 Cohn), ‘ἡμαρτῆσθαι δοκεῖ παρὰ τοῖς Ἕλλησιν ὀξυτονούμενον τοὔνομα. οὐδὲν γὰρ τῶν εἰς η ληγόντων θηλυκῶν ὀνομάτων μετέχον γένους τοῦ οὐδετέρου, παρατελευτῶντος τοῦ ῦ, ὀξυτονεῖται· ἀλλὰ πάντα τὰ ὑπὲρ δύο συλλαβὰς βαρυτονεῖται κατὰ τὸ ῡ, μὴ ὀξυτονούμενα ἀλλὰ βαρυτονούμενον τὸ στοιχεῖον ἔχοντα, οἷον κορδύλη, Δαμύλη, Φ̣?αι̣?σύλη — δοκεῖ δʼ αὕτη μία τῶν τιθηνησαμένων τὸν Διόνυσον ἃς ὁ Λυκοῦργος ‘σεῦε κατ’ ἠγάθεον Νυσήϊονʼ (Z 133) — ἐδύλη ὅθεν καὶ τὸ σταφύλη βαρυτονητέον. οἱ ἐξυτονοῦντές φασιν ὅτι ἀπὸ βαρυτόνων ἀρσενικῶν εἰς ος ληγόντων τὰ εἰς η λήγοντα θηλυκὰ ὀξυτονεῖται, ἢ, ἐὰν τὰ | ἀρσενικὰ ὀξυτονῆται, τὰ θηλυκὰ βαρυτονηθήσεται. οἷον πόθος ποθή, νόμος νομή, ὦνος ὠνή, τῖμος τιμή, φόνος φονή· ‘ἐν ἀργαλέῃσι φονῇσι’ (K 521). καὶ τοὔμπαλιν Δαναός Δανάη. ἐπεὶ οὖνʼ, φησί, ‘καὶ ἐπὶ τούτου τὸ ἀρσενικόν ἐστι Στάφυλος — οὕτως γὰρ ἐλέγετο ὁ υἱὸς Διονύσου — τὸ θηλυκὸν σταφυλὴ ὀξυτονηθήσεται. πρὸς οὓς ῥητέον ἰδοῦ κόγχος κόγχη, καὶ οὐκ ὀξυτονεῖται, φίλος φίλη, μόνος μόνη, μύλος μύλη· καὶ ἐπὶ τῶν ὀξυτόνων καλός καλή, σοφός σοφή, μυρία ἄλλα, καὶ τὰ θηλυκὰ οὐ βαρύνεται, ἀλλʼ ὁμοτονεῖ τοῖς μὲν βαρυτόνοις τὰ βαρύτονα, τοῖς δʼ ὀξυτόνοις τὰ ὀξύτονα ὅθεν οὐ παράδοξον καὶ ἀπὸ τοῦ Στάφυλος βαρυτόνου ὀνόματος καὶ τὸ θηλυκὸν βαρυτονεῖν σταφύλην ὡς ἐδύλην.᾿ Τινὲς δέ βοηθοῦντες τῇ συνηθείᾳ καὶ ὀξυτονεῖν βουλόμενοί φασιν, ὅτι ὅσα τοῦ αὐτοῦ ἀπαραλλάκτως ἔχεται σημαινομένου ὁμοτονεῖ, ὅσα δέ διαλλάσσει τ̣?ῷ̣? σημαινομέν̣?ῳ̣? οὐκέτι. ὁ μὲν οὖν φίλος καὶ φίλη, καὶ ξένος καὶ ξένη καὶ τὰ προκείμενα ἀπαράλλακτά ἐστιν, διὸ ὁμοτονεῖ τὰ δέ διαφέροντα οὐκέτι, καθάπερ γὰρ χόλος χολή, καὶ τρόπος τροπή, νόμος νομή, γόνος γονή, δόμος δομή, στρόφος στροφή, πόθος ποθή — περὶ τούτου οὖν ἐν ἄλλοις ἐντελῶς εἴρηται ὅτι διαφέρει. εἰ οὖν ἐστι Στάφυλος ἀρσενικόν, διαφέρει δέ τῷ σημαινομένῳ, ἡ σταφυλή — ὀπώρα δέ — ὄντως ὀξυτονεῖται. Πιθανὸς μέν ὁ λόγος· τὸ μέντοι προκείμενον τοῦ Ἡρακλείδους παρατήρημα ἰσχυρὸν καθὰ παραγγέλλεται ὀξυτονεῖν οὐ μόνον διὰ τὰ παρακολουθοῦντα ἰδιώματα τῷ ὀνόματι ἀλλ᾿ ὅτι καὶ ὑπέρ δύο ἐστὶ συλλαβάς· τὰ γὰρ προκείμενα δισύλλαβα. ὥστε οὐδὲ τὴν ὁπώραν ὀξυτονεῖν ἡ ἀναλογία ἐπιτρέπει. ἀλλὰ καὶ ἡ Πτολεμαίου ἀθετεῖται παρατήρησις καθʼ ἣν διαφέρειν φησὶ τοῖς τόνοις τοὔτνομα καὶ τῷ σημαινομένῳ.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
