# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 446-455

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, 446 to 455. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/446

σπονδαὶ καὶ συνθῆκαι διαφέρουσιν. σπονδαὶ μὲν γὰρ ἃς ἐκ | πολέμου συντίθενται πρὸς ἀλλήλους, ἃς ἀναγράφονται ἐφ᾿ οἷς διακρίνονται, οἷον συντιθέμενοι μὴ πολεμήσειν μηδ᾿ ἀδικήσειν ἀλλήλους. συντίθενται δὲ εἰρήνην καὶ φιλίαν πρὸς ἀλλήλους, καὶ τὸ παρὰ ταύτας πραχθέν ἀρχὴ γίνεται πολέμου. σπουδάζειν καὶ σπεύδειν διαφέρει. σπουδάζειν μὲν γάρ ἐστι τὸ ἐναντίον τοῦ παίζειν, σπεύδειν δὲ τὸ βοηθεῖν τινι καὶ συναίρεσθαι. στρατόπεδον καὶ στρατὸς διαφέρει. στρατόπεδον μὲν γὰρ ὁ τόπος ἐν ᾧ ἡ στρατεία, στρατὸς δὲ τὸ στρατιωτικὸν πλῆθος. στρατεία ἐκτεταμένως τὸ πρᾶγμα, στρατιὰ δέ συνεσταλμένως τὸ τῶν στρατιωτῶν πλῆθος. ἐναλλάσσει δέ πολλάκις ἐν τῇ χρήσει. στρατὸς καὶ στράτευμα καὶ στρατόπεδον διαφέρει. στρατὸς μέν καὶ στράτευμα κυρίως τὸ πλῆθος λέγεται, |στρατόπεδον δὲ ὁ τόπος ἐν ᾧ εἰσιν. συμμαχεῖν καὶ ἀπιμαχεῖν διαφέρει. συμμαχεῖν μέν γὰρ λέγουσι τὸ σὺν ἑαυτοῖς, φησὶ Δίδυμος (p. 334 Schmidt), εἴτʼ αὐτοῖς ἐπίοιεν πολέμιοι̣?εἴτε αὐτοὶ̣? ἑτέοι̣?ς̣? ἐπιστρατεύοιεν. ἐπιμαχεῖν δέ ὅταν τούς ἐπιόντας ἀμύνωνται μόνον. διέσταλκε Θουκυδίδης ἐν τῇ πρώτῃ (1), 44, 1)λέγων Κερκυραίοις Ἀθηναίους συμμαχίαν μέν οὐ ποιήσασθαι, ἐπιμαχίαν δέ. σύνεργος καὶ συνεργὸς διαφέρει. συνεργὸς μέν γὰρ ὀξυτόνως ὁ περί τι ἔργον ἀνεπιτήδειον συμπονῶν, σύνεργος δέ προπαροξυτόνως ὁ τὸ αὐτὸ μετιών οἷον σύντεχνος. σύγγραμμα καὶ σύνταγμα διαφέρει. σύγγραμμα μέν γάρ ἐστιν ὁ δίχα μέτρου λόγος, ὁ προσαγορευόμενος πεζός σύνταγμα δέ πολεμικόν τι σύστημα, ἀφ᾿ οὗ καὶ συνταγματάρχης ὁ τοῦ συστήματος αὐτοῦ ἄρχων. σύνθεσις συντάξεως διαφέρει. σύνθεσις μέν γάρ ἐστιν ὁ λόγος | ὁ ἔμμετρος, σύνταξις δέ ὁ λόγος ὁ πεζός. συμβουλὴ παραινέσεως διαφέρει. συμβουλὴ μέν γάρ ἐστιν εἰσήγησις ἀντιλογίαν ἐπιδεχομένη διὰ τὸ ἄδηλον τοῦ ἐκβησομένου· καὶ γὰρ ἐάν τις συμβουλεύσῃ πόλεμον, ἀμφίβολον εἰ συμφέρει· διὸ καὶ ἔχει τὸ ἐνιστάμενον. παραίνεσις δέ ἐστι συμβουλὴ ἀντίρρησιν οὐκ ἐπιδεχομένη διὰ τὸ ἐξ αὐτῆς λεγόμενον πάντως ὁμολογεῖσθαι ἀγαθόν, ὡς εἴ τις παραινέσει σωφρονεῖν· ὅπερ ἐστὶν ὡμολογημένον ἀγαθόν.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
