# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 460-473

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, 460 to 473. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/460

τάλαν διὰ τοῦ ν τὸ ἐπίρρημα, διὰ δέ τοῦ σ ὁ ταλαίπωυρος. τάπητες καὶ ἀμφιτάπητες διαφέρουσι. τάπητες μέν γάρ | εἰσιν οἱ ἐκ τοῦ ἑτέρου μέρους μαλλὸν ἔχοντες, ἀμφιτάπητες δὲ οἱ ἐξ ἀμφοτέρων. ταυρόκτονος ὁ ὑπὸ ταύρου ἀναιρεθείς, ταυροκτόνος δὲ παροξυτόνως ὁ ταῦρον ἀποκτείνας. τέχνη ἐπιτηδεύματος διαφέρει. τέχνη μὲν γάρ ἐστιν ἡ ἄνευ λόγου μὴ δυναμένη εἶναι, οἷον γραμματική, ῥητορική· ἐπιτήδευμα δὲ τὸ λόγου χηρεῦον, οἷον χαλκευτική, τεκτονική. τεχνίτης καὶ βάναυσος διαφέρει. τεχνίτης μέν γάρ ἐστιν ὁ λογικῆς τινος τέχνης ἔμπειρος καθεστώς, βάναυσος δὲ ὁ διὰ ἀλόγου τινὸς ἐπιτηδεύματος. τέτραχμον καὶ τετράδραχμον διαφέρει. τέτραχμον μέν γάρ ἐστι τὸ νόμισμα, τετράδραχμον δέ τὸ τεσσάρων δραχμῶν. τέρας σημείου διαφέρει. τὸ μὲν γὰρ τέρας παρὰ φύσιν γίνεται, τὸ δέ σημεῖον παρὰ συνήθειαν. τεχνάσματα καὶ τεχνήματα διαφέρουσι. τεχωάσματα μέν γὰρ τὰ κακουργήματα, τεχνήματα δέ αἱ τέχναι. τείχη καὶ τειχία διαφέρει. τείχη μὲν γάρ ἐστι τὰ τῶν πόλε{μί}ων, τειχία δέ τὰ τῶν οἰκιῶν. τήθη καὶ τ̣?η̣?θὶς διαφέρει. τήθη μέν γάρ ἐστιν ἡ τοῦ παιδὸς τροφός — ταύτας δʼ ἔνιοι μαίας καὶ μάμμας καλοῦσι —, τιθὶς δʼ ἐστὶν ἡ τοῦ πατρὸς ἢ τῆς μητρὸς ἀδελφή, ἣν ἔνιοι θείαν καλοῦσιν. τιτθὴ καὶ τροφὸς καὶ τιθηνὸς διαφέρει. τιτθὴ μὲν γάρ ἐστιν ἡ μαστὸν παρέχουσα, τροφὸς δέ καὶ τιθηνὸς ἡ | τὴν ἄλλην ἐπιμέλειαν ποιουμένη τοῦ παιδὸς καὶ μετὰ τὸν ἀπογαλακτισμόν. τιμωρεῖσθαι τοῦ τιμωρεῖν διαφέρει. τιμωρεῖσθαι μέν γάρ ἐστι τὸ κολάζειν, τιμωρεῖν δὲ τὸ βοηθεῖν τοῖς ἀδικουμένοις. τίθησι καὶ τίθενται διαφέρει. τίθησι μὲν γὰρ τὸν νόμον ὁ νομοθέτης, τίθενται δὲ τὸν νόμον οἱ δικάζοντες καὶ αἰρούμενοι. τοὔνεκα καὶ οὕνεκα διαφέρει. τὸ μέν γὰρ τοὔνεκά ἐστι τούτου ἕνεκα, τὸ δέ οὕνεκα ἀντὶ τοῦ ὅτι. ἁμαρτάνει οὖν ὁ Καλλίμαχος ἐν Ἑκάλῃ (fr. 232 Pf.) κατὰ δύο τρόπους, λέγων ‘τοὔνεκεν Αἰγέος ἔσκεν’, ὅτι τε — δέον εἰπεῖν οὕνεκα — τοὔνεκεν εἶπεν, καὶ ὅτι ἀντὶ τοῦ κα κεν εἶπεν ἄνελίστως.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
