# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 488

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, Υ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/488

ὑπάγειν καὶ πορεύεσθαι διαφέρει, ὅτι τὸ πορεύεσθαι μέν ἐστι τὸ βαδίζειν, ὑπάγειν δέ τὸ ὑπὸ ζυγὸν ἄγειν βοῦς ἢ ἵππους ἤ τι τοιοῦτον. ὡς καὶ Ὅμηρος (Π 148) ‘ὔπαγε ζυγὸν ὠκέας ἵππουςʼ. οἱ δὲ βοηθοῦντες τῇ λέξει φασίν, ὅτι ὑπάγειν λέγομεν ἀντὶ τοῦ προάγειν ὥσπερ ὑφηγητὴν ἀντὶ τοῦ προηγητὴν καὶ ὑπογραμμὸν ἀντὶ τοῦ προγραμμόν ὥς φησι καὶ Ἀριστοφάνης (II p. 1188 M. ═ fr. 652 K.)· ‘ἐγὼ δέ ὑπαίρω τὸν ὅρκον’ ἀντὶ τοῦ προαίρω. οὕτως οὖν καὶ ὑπάγειν λέγομεν ἀντὶ τοῦ προάγειν, τοῦτ᾿ ἔστιν εἰς τοὔμπροσθεν πορεύεσθαι. κέχρηται τῇ λέξει Εὔπολις ἐν Βάπταις (II p. 447 M. ═ fr. 79 K.)· ‘σὺ δʼ ὕπαγε εἰς τοὔμπροσθενʼ.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
