# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 489-497

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, 489 to 497. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/489

φακοὺς καὶ φακῆν διαφέρειν φασίν· φακοὶ οἱ ἔτι μοί, οὐχ ἑνικῶς, φακῆ δὲ ἡ ἑψημένη. τετήρηται παρὰ τοῖς παλαιοῖς ἡ διαφορά. φαυλία καὶ φυλία διαφέρει. φαυλία μὲν γὰρ εἶδος ἐλαίας, φυλία δὲ ἡ σχῖνος. φάκελος σφακέλου διαφέρει. φάκελος μὲν γάρ ἐστι φορτίον ξύλων· Θουκυδίδης (cf. 2, 77, 3) ‘φακέλους ὕλης ἀργείας᾿ . σφάκελος δέ ὁ μετὰ φλεγμονῆς σπασμός. φάσκ†α†λος φασκωλίου διαφέρει. φάσκαλος μὲν γάρ ἐστιν ἱστινοφορίὶς,· ἱματιοφορί̣?ς̣? δέ ἐστι δερμάτιον. φαρμακεία γοητείας διαφέρει. φαρμακεία μὲν γάρ ἐστι κυρίως ἡ βλάβη ἡ διὰ δηλητηρίου τινὸς γινομένη φαρμάκου, γοητεία δὲ ἡ ὑπὸ ἐπικλήσεώς τε καὶ ἐπαοιδῆς. φαρμακεὺς ὁ φάρμακος· φαρμακὸς δέ ὀξυτόνως ὁ ἐπὶ καθάρσει τῆς πόλεως ῥιπτόμενος. φάσμα μέν ἐστι τὸ ὅμοιον ἀληθεία, φάντασμα δὲ τὸ ἑτερόμορφον, εἴδωλον δὲ τὸ ὅμοιον τῇ σκιᾷ, τέρας δὲ τὸ ἐναργές σῶμα ἑτερόμορφον, βρέτας δὲ τὸ ξόανον. φάγαινα μέν λέγεται ἡ μετὰ τὰς νόσους πολυφαγία, φάγέδαινα δὲ φῦμα ἀνήκεστον. φεύγει καὶ ἀποφεύγει διαφέρει. φεύγει μέν γὰρ δίκην ὁ κατηγορούμενος — καὶ γὰρ ὁ κατηγορῶν διώκει, —, ἀποφεύγει δέ ὁ νικήσας καὶ ἀπολυθεὶς τῆς κατηγορίας.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
