# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 498

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, Φ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/498

Φθῖοι καὶ Φθιῶται διαφέρουσι. Φθῖοι μέν γὰρ οἱ ὑπὸ τῷ Πρωτεσιλάῳ· φησὶ γοῦν Ὅμηρος (N 693)· ‘πρὸ Φθίων τε Μέδων τε’, οὔτοι δʼ οὐκ ἀπὸ πόλεως οὐδʼ ἀπὸ χώρας, ἀλλʼ ἀπὸ ἀνδρὸς Φθίου. φθιῶται δὲ οἱ ὑπὸ τῷ Ἀχιλλεῖ, ἀπὸ πόλεως Θεσσαλικῆς Φθίας καὶ χώρας ὁμωνύμου ‘Φθίην δʼ ἐξικόμην ἐριβώλακα’ (I 479). ἠγνόησεν οὖν Καλλίμαχος (fr. 184 Pf.) ἐπὶ πόλεως εἰπών· ‘οὐδ’ ἔτι τὴν Φθίων εἶχεν ἀνακτορίην’.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
