# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 507

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, Φ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/507

φωνεῖν καὶ ὠρύεσθαι διαφέρει. φωνεῖν μέν γὰρ ἐπὶ ἀνθρώπων τάσσεται, ὠρύεσθαι δὲ ἐπὶ λύκων. παρατηρητέον δὲ ἐπὶ τῶν λοιπῶν τὸ οἰκεῖον ἑκάστῳ, ὅτι βληχᾶσθαι μέν γὰρ λέγεται ἐπὶ τῶν προβάτων, μηκᾶσθαι δὲ ἐπὶ τῶν αἰγῶν διὰ τοῦ η, μυκᾶσθαι δέ ἐπὶ βοῶν διὰ τοῦ ῡ, βρῶμᾶσθαι ἐπὶ ὄνων, βρυχᾶσθαι δʼ ἐπὶ λεόντων, χρεμετίζειν δʼ ἐπὶ ἵππων, ἀραρίζειν δέ ἐπὶ κυνῶν παῤ Ἀθηναίοις ἀπὸ τῆς αρ φωνῆς, παῤ ἡμῖν δʼ ὑλακτεῖν λέγεται.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
