# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 512

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, Χ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/512

χλαῖναν καὶ χλανίδα διαφέρειν φησὶ Τρύφων (fr. 106 Vels.) ἐν τῷ πέμπτῳ Περὶ Ἑλληνισμοῦ καὶ παρατίθεται Ξενοφῶντα. χλαίνας μέν γάρ φησι λέγεσθαι ἐπὶ τῶν ἐγκοιμήτρων καὶ παχέων, διὸ καὶ Ὅμηρον φάναι (ψ 179 sq.) ‘ἐνθάδε τʼ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετ’ εὐνήν, δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόενταʼ. | χλανίδα δέ τὰς φορουμένας καὶ μαλακωτέρας. — ἀντιπίπτει τῷ παρατηρήματι (δ 115. 154) ‘χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖσιν ἐπισχών.’ μήποτε οὗν ἄμεινον λέγειν τὰς μέν χλαίνας ἐπὶ τῶν ἐγκοιμήτρων καὶ τῶν φορουμένων, χλανίδας δέ ἐπὶ μόνων τῶν φορουμένων — οὐκέτι δʼ ἐπὶ τῶν ἐγκοιμήτρων.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
